Ancient Greek · ~15 min
Section 33
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 33.1
Not analysed yet
vii 1—4 [Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ἡ γυνή.] [Ὠριγένους] Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ διχῶς ἁμαρτάνουσιν, ὑποβαίνοντες τὰς ἐντολὰς ἢ ὑπερβαίνοντες. ὅταν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευώμεθα μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλ<ό>μεθα, καὶ ἔσθ' ὅτε ὑπερβαίνοντες τὸν κανόνα φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον ἐκπίπτομεν τοῦ προκειμένου. στάθμιον οὖν ἐστιν, ὃ οὔτε μέγα ἐστὶν οὔτε μικρὸν ἀλλὰ σύμμετρον, τὸ εἰδέναι πῶς δεῖ βιοῦν. Δέδεσαι μετὰ γυναικός· ἓν στάθμιον μέγα ποιεῖς, οὐ φροντίζεις τῆς γυναικὸς ἀλλὰ λέγεις Ἐγὼ δύναμαι ἐγκρατεύεσθαι καὶ ζῆν καθαρώτερον· ἀλλ' ὅρα ὅτι ἡ γυνή σου ἀπόλλυται, οὐ δυναμένη φέρειν τὴν καθαρότητά σου, δι' ἣν Χριστὸς ἀπέθανεν. Τοιοῦτόν τι γέγονεν ἐν Κορίνθῳ, καὶ ἦν ἀκαταστασία ἐν ταῖς οἰκίαις τῶν ἀδελφῶν, πῆ μὲν ἀνδρῶν πῆ δὲ γυναικῶν ἐγκρατεύεσθαι πειρωμένων καὶ ἀλλήλων κατεξανισταμένων. ἔγραψαν οὖν περὶ τούτου ἐπιστολὴν οἱ ἐν Κορίνθῳ τῷ ἀποστόλῳ, καὶ πρὸς τὴν ἐπιστόλην ταύτην ἀντιγράφει ὁ ἀπόστολος τὰ προγεγραμμένα· καὶ οὔτε ἐπέτεινεν τὸν περὶ ἁγνείας λόγον καὶ ἀνεῖλεν τὸν περὶ γάμου, οὔτε τ<ὸ>ν περὶ γάμου προκρίνας ἀνεῖλεν τὸν περὶ παρθενίας, ὡς καλὸς οἰκονόμος, ἀλλὰ τηρεῖ δι' ὅλου τοῦ λόγου τὸ βούλημα αὐτοῦ τινα τρόπον καὶ προτρέπεται καθαρεύειν· καὶ συγχωρήσας συγκαταβαίνειν, προτρέπεται πάλιν ἀσκεῖν τὴν ἁγνείαν· καὶ προτρεψάμενος ἀσκεῖν τὴν ἁγνείαν, πάλιν φέρει ἐπὶ τὸ δεῖν τῇ ἀσθενείᾳ συγκαταβαίνειν τῶν ἀσθενεστέρων. ἤρξατο δὲ οὐκ ἀπὸ τῶν ὑποδεεστέρων, οὐ γὰρ ἔπρεπεν, ἀλλ' ἀπὸ τῶν τελειοτέρων πραγμάτων, λέγων Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· οἷον· Ἐπαινῶ ὑμᾶς ὅσον ἐπὶ τῷ ἠθεληκέναι ἁγνεύειν τοὺς ἀποστάντας τῆς μίξεως τῆς πρὸς τὴν γυναῖκα, ἀλλὰ λογίσασθε μὴ τὸ ἑαυτῶν μόνον ἀλλὰ καὶ τὸ τῆς γυναικός· Ἡ γὰρ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς· διὰ γοῦν τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. οὐ διὰ τὴν ἑαυτοῦ πορνείαν ὁ ἰσχυρότερος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, ἀλλὰ μή πως πορνεύσῃ τῇ ἐγκρατείᾳ <τοῦ ἀνδρὸς ἡ γυνὴ καὶ τῇ ἐγκρατείᾳ> τῆς γυναικὸς ὁ ἀνήρ. αἱρετώτερον γὰρ τοὺς δύο σωθῆναι εὑρισκομένους ἐν τοῖς ἔργοις τοῦ γάμου ἢ τῇ προφάσει τοῦ ἑνὸς τὸν ἕτερον ἐκπεσεῖν τῆς ἐλπίδος τῆς ἐν Χριστῷ· πῶς γὰρ καὶ σωθήσεται ἔνοχος ὢν τῷ θανάτῳ τῆς γυναικός; οὐκ ἔστιν οὖν καθαρὰ ἡ σεμνότης τοῦ ἀνδρὸς ὅτε μὴ ἐκ συμφωνίας τῆς γυναικὸς γίνηται ἡ ἄσκησις ἀμφοτέροις ὑπὲρ τοῦ σχολάσαι ταῖς κατὰ θεὸν εὐχαῖς. [vii 3] Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. προενοήσατο καὶ τοῦ θεραπεῦσαι τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην καὶ το<ῦ> εὐσχημονέστατα οἰκονομῆσαι τὸ κατὰ τοὺς τόπους· διόπερ εἶπεν ὀφειλὴν ὀφείλεσθαι ἀπὸ τοῦ ἀνδρὸς καὶ τῷ ἀνδρὶ ἀπὸ τῆς γυναικός. εἶτα ἵνα μὴ δυσωπήσῃ τοὺς ἐν γάμῳ ὡς δούλους ἀλλήλων τυγχάνοντας μὴ χωρὶς συμφωνίας ἥκειν ἐπὶ τὴν ἄσκησιν τῆς καθαρότητος φησίν· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ἡ γυνή. ἐξουσίαν οὖν ἔχει ὁ ἀνὴρ τοῦ σώματος τῆς γυναικός, καὶ ἐξουσίαν ἔχων ἐὰν θέλῃ μὴ χρήσθω τῇ ἐξουσίᾳ· ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, φησὶν ὁ ἀπόστολος, οἶμαι τοῦτο διδάσκων τ<ῷ> λέγειν μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ἐξουσίαν οὖν ἔχει ἡ γυνὴ τοῦ σώματος τοῦ ἀνδρὸς καὶ οὐ δύναται μὴ χρήσασθαι τῇ ἐξουσίᾳ; Τὸ δὲ ὁμοίως δὶς κείμενον δίδωσι νοεῖν ὅτι μὴ νομιζέτω ὁ ἀνὴρ ἐν τοῖς κατὰ τὸν γάμον πράγμασιν ὑπερέχειν τῆς γυναικός· ὁμοιότης ἐστὶ καὶ ἰσότης τοῖς γεγαμηκόσι πρὸς ἀλλήλους.