Ancient Greek · ~6 min
Section 32
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 32
Not analysed yet
vi 19—20 [Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ <τοῦ> θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.] [Ὠριγένους] Καλῶς ἀνθυποφορὰν ὑπειδόμενος καὶ προφυλαξάμενος εἶπεν τὸ Οὐκ ἐστὲ ἑαυτῶν. ἐρεῖ γάρ τις Εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνω· ἐξουσίαν ἔχω τοῦ ἰδίου σώματος· εἶτα φησὶν Ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ θεοῦ; εἰς τὸ πνεῦμα τὸ ἅγιον ἀσεβοῦμεν, καὶ δι' αὐτοῦ εἰς πατέρα καὶ υἱὸν εἰς οὓς βεβαπτίσμεθα, ἐὰν πορνεύωμεν· εἰς Χριστὸν μέν, ὅταν ἄρας τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη· εἰς τὸ ἅγιον δὲ πνεῦμα, ὅταν τὸν ναὸν τοῦ ἐν ἡμῖν ἁγίου πνεύματος φθείρῃ τις· εἰς τὸν πατέρα δέ, ὅτε τὸν ναὸν τοῦ θεοῦ φθείρω. Πρὸς τούτοις οὖν ὅσα ἂν ἁμάρτωμεν, κἂν φόνους ποιήσωμεν, ἄφθοροι δὲ ὦμεν, φθορᾶς μὴ γευσάμενοι τῆς κατὰ τὴν συνουσίαν, οὐ λεγόμεθα ἐφθάρθαι ἐκ τοῦ πεφονευκέναι. ἀλλ' ἐπεὶ καὶ ἡ ἀφθαρσία καὶ ἡ φθορὰ περὶ τὴν φύσιν τὴν ἄγευστον συνουσίας τῆς περὶ τὰ ἀφροδίσια ἐστίν—Ἐφθάρη γὰρ ἡ παρθένος, λέγομεν· καὶ πάλιν Ἄφθορος ὁ νεανίσκος, ἢ ἐφθάρη—πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν. ἐπειδὴ οὖν ἐδόθη λύτρον ὑπὲρ ὑμῶν τὸ αἷμα τοῦ χριστοῦ καὶ ἔλαβεν ὑμᾶς ἀπὸ τῆς ἐξουσίας τοῦ διαβόλου, δοξάσατε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν, ἵνα γένηται τὸ σῶμα ὑμῶν ἄξιον μακαριότητος ὡς ἀγαπησάντων τὴν ἀφθαρσίαν, ὡς καὶ ὁ ἀπόστολος λέγει ἡ χάρις τοῦ θεοῦ μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ.