Ancient Greek · ~16 min
Section 34
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 34.1
Not analysed yet
vii 5 [Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε.] [Ὠριγένους] Ὀφείλετε γὰρ ἀμφότεροι εἰδέναι ὅτι οὐκ ἔστιν ἡ αὐτὴ εὐχὴ ἀπὸ καθαρότητος ἀνδρὸς καὶ γυναικὸς καὶ εὐχὴ ἀπὸ κοινωνίας. εἰ γὰρ ἐπὶ τῶν εἰδώλων Ἕλληνες ἔστιν ὅτε ἁγνεύουσι, πόσῳ πλέον σὺ ὁ τῷ θεῷ τῶν ὅλων εὐχόμενος; καλὸν οὖν ἐστι συγκαταβαίνειν μὲν διὰ τὴν ἀσθένειαν, ἀνέχειν δὲ διὰ τὰς εὐχάς. καὶ Μωϋσῆς μὲν ἁγνίζει τὸν λαὸν καὶ λέγει τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί, ἵνα δυνηθῶσιν ἐκ τοῦ προκεκαθαρευκέναι ἀκροαταὶ γενέσθαι τοῦ θεοῦ. καὶ ἐν ταῖς Βασιλείαις δὲ ἁγίους ἄρτους βούλεται παραστῆσαι τῷ Δαυεὶδ φεύγοντι τὴν τοῦ Σαοὺλ ἐπιβουλὴν Ἀβιάθαρ ἢ Ἀβιμέλεχ ὁ ἱερεύς, καὶ βουλόμενος ἁγίους ἄρτους παραθεῖναι τί φησι πλὴν Εἰ καθαρὰ τὰ παιδάρια ἀπὸ γυναικός; οὐχ οἷον δὲ ἀπὸ ἀλλοτρίας γυναικὸς ἀλλ' ἀπὸ γαμετῆς. εἶτα ἵνα μὲν ἄρτους προθέσεως λάβῃ τις, καθαρὸς εἶναι ὀφείλει ἀπὸ γυναικός· ἵνα δὲ τοὺς μείζονας τῆς προθέσεως λάβῃ ἄρτους, ἐφ' ὧν ἐπικέκληται τὸ ὄνομα τοῦ θεοῦ καὶ τοῦ χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐ πολλῷ πλέον ὀφείλει τις εἶναι καθαρώτερος, ἵνα ἀληθῶς εἰς σωτηρίαν λάβῃ τοὺς ἄρτους καὶ μὴ εἰς κρίμα; [Ὠριγένους] Οἱ πολλοὶ μὲν οἴονται τὸ ἀποστερεῖν ἐπὶ μόνου χρυσίου ἢ ἀργυρίου ἢ τινὸς τῶν τοιούτων λέγεσθαι· σαφῶς δὲ ὁ ἀπόστολος καὶ ἐπὶ τῶν ἐν γάμοις ὄντων καὶ ἀκαίρως καὶ χωρὶς συμφωνίας ἁγνείαν ἀσκούντων ἀποστέρησιν ὠνόμασεν. ἅπαξ δὲ ἁπλῶς ὁ τὸ ὀφειλόμενον μὴ ἀποδιδοὺς ἀποστερεῖ ἐκεῖνον ᾧ ὀφείλει, μὴ ἀποδιδοὺς τὸ ὀφειλόμενον. ἐνίοτε δὲ συγκλείεται ὁ ἄνθρωπος εἰς τὸ μὴ δύνασθαι ἅμα δύο ὀφειλὰς ἀποδιδόναι· διὸ γέγραπται ἵνα τὴν ἀναγκαίαν ἀποδῷ ὀφειλήν. ὃ δὲ λέγω οὕτως ἔσται σαφές· οὐκ ἔνεστι καὶ θεῷ ἀποδιδόναι δεόντως τὰς εὐχὰς καὶ ἀποδοῦναι τὴν ὀφειλὴν τὸν γεγαμηκότα τῇ γυναικί· διόπερ τὸ ὀφείλημα τὸ εἰς θεὸν ἐὰν ἐπείγῃ, δεῖ τὸ ἕτερον ἀποστερεῖν. ἄκουε γὰρ αὐτοῦ λέγοντος Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε· ὡς μὴ καθαρᾶς ἀναπεμπομένης τῆς εὐχῆς τοῖς καὶ συνεληλυθόσιν, εἰ καὶ νομίμως συνεληλύθασιν. ἀπέχεσθαι δὲ δεῖ γυναικὸς καὶ ἐν καιρῷ τῆς ἀφέδρου, καὶ εἰς μέγα γε ἔγκλημα λογίζεται τὸ συνέρχεσθαι γυναικὶ οὔσῃ ἐν τῇ ἀφέδρῳ. ἐν γοῦν τῷ καταλόγῳ τῶν ἀνδραγαθημάτων καὶ τῷ καταλόγῳ τῶν ἁμαρτημάτων παρὰ τῷ Ἐζεκιὴλ ἀναγέγραπται ὅτι καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ οὐ μὴ προσέλθῃ. καὶ δεῖ καθαρεύειν πάντως καὶ ἀπὸ τῆς ἰδίας γυναικὸς ἐν καιρῷ εὐχῆς καὶ νηστείας. [vii 5—6] καὶ πάλιν, φησίν, ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Πανταχοῦ ἀνίησι διὰ τὴν ἀσθένειαν τὸν λόγον, καὶ πάλιν ἐπιτείνει διὰ τὸ ἐπιστρέψαι τοὺς ἀκούοντας τὸν λόγον. [vii 7] θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν. ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Πνέει χαρίσματος ὁ γάμος, ὅτε τὰ μέτρα τηρεῖται, τοῦ ἐκ συμφωνίας. καὶ ἀληθῶς ἔστιν εἰπεῖν ἐπὶ τινῶν ὅτι τούτῳ ὁ γάμος χάρισμά ἐστιν, ὅτε οὐκ ἀκαταστασία, ὅτε πᾶσα εἰρήνη, πᾶσα συμφωνία· εἰπεῖν μέντοιγε ὅτι χάρισμα ἐκ θεοῦ ἐστιν ὁ γάμος πιστοῦ πρὸς ἐθνικὴν καὶ ἐθνικοῦ πρὸς πιστήν; τοῦτο οὐκ ἂν εἴποιμι. οὐ γὰρ δύναται τὸ χάρισμα τοῦ θεοῦ φθάνειν ἐπὶ τοὺς ἐθνικούς· ἐὰν πιστεύσῃ, ἐὰν σωθῇ, τότε ἀρχὴν λήψεται τοῦ χαρίσματος. Χρῶνται δὲ τῷ ῥητῷ τούτῳ καὶ οἱ ἀπὸ Μαρκίωνος, καὶ ἀναισθήτως κωλύουσι τὸν γάμον, λέγοντες τὴν ἁγνείαν πρόσταγμα εἶναι τοῦ ἄλλου θεοῦ ὃν ἀνέπλασαν παρὰ τὸν δημιουργόν. πλὴν ἐκ τοῦ ῥητοῦ ἔστιν αὐτοὺς συμβιβάσαι ὅτι κακῶς κωλύουσι τὸν γάμον, κακῶς καὶ διαιροῦσι τὴν θεότητα. εἰ γὰρ χάρισμά ἐστι τ<ῷ> μὲν οὕτως τ<ῷ> δὲ οὕτως, χάρισμά ἐστι καὶ ὁ γάμος· εἰ χάρισμα καὶ ὁ γάμος, κακῶς κωλύεται τὸ χάρισμα ὁ γάμος· εἰ ὁ μὲν οὕτως ὁ δὲ οὕτως ἀπὸ θεοῦ, δῆλον ὅτι εἷς θεὸς ὁ δεδωκὼς τὴν ἁγνείαν καὶ ὁ δεδωκὼς τὸν γάμον, καὶ εἷς ὁ τοῦ νόμου καὶ τοῦ εὐαγγελίου θεός ἐστιν, ὃν κατήγγειλαν πρότερον μὲν οἱ προφῆται ὕστερον δὲ Χριστὸς Ἰησοῦς.