Ancient Greek · ~2 min
Section 53
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 53
Not analysed yet
xiii 9—12 [Ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.] [Ὠριγένους] Ὁ δοκῶν προκόπτειν ἐνθάδε ὡς ἐν παιδίοις προκόπτει· ἐὰν δὲ ἔλθῃ τὸ τέλειον καὶ καταντήσωμεν εἰς ἄνδρα τέλειον, τότε τὰ τῶν ἀνδρῶν χωρήσομεν καὶ γνῶσιν καὶ προφητείαν καὶ ὄψιν θεοῦ ἣν ὄψονται οἱ μακάριοι οἱ διὰ τὴν καθαρότητα τῆς καρδίας.