Ancient Greek · ~2 min
Section 54
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 54
Not analysed yet
xiv 5 [Μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύει, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.] [Ὠριγένους] Ὁ τὸ οἰκοδομοῦν ἔχων χάρισμα μείζων ἐστὶν τοῦ μὴ τὸ τοιοῦτον ἔχοντος, ἅτε κοιν<ω>φ<ε>λέστερος ὢν ὁ τὸ οἰκοδομοῦν ἔχων χάρισμα· ἐὰν δὲ γλώσσαις λαλῶν ἔχῃ καὶ τὸ διερμηνεύειν ἐπὶ τῷ τὴν ἐκκλησίαν οἰκοδομεῖν οὐκέτι μείζων ὁ προφητεύων. ἔστι γὰρ ὅτε ὑψηλὰ λαλεῖ, ἑαυτῷ λαλεῖ καὶ τῷ θεῷ ὡς μὴ δύνασθαι ἀκούειν τὴν ἐκκλησίαν.