Ancient Greek · ~4 min
Section 7
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 7
Not analysed yet
i 19—21 [γέγραπται γὰρ Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συνζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου; ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.] [Ὠριγένους] Οὐ ταυτόν ἐστιν εἶναι σοφὸν καὶ ἐν τῷ αἰῶνι τούτῳ εἶναι σοφόν· τὸ μὲν γὰρ χωρὶς τοιαύτης προσθήκης περιέχει τὴν ἀληθῆ σοφίαν. παραπλησίως δὲ νοήσεις καὶ μωρίαν· οὐ ταυτόν ἐστι μωρὸν καὶ μωρὸν ἐν τῷ αἰῶνι τούτῳ· ὁ μὲν γὰρ χωρὶς προσθήκης τῆς ‘τῷ αἰῶνι τούτῳ’ ἀληθ<ῶ>ς ἐστι μωρός. καὶ ἡμεῖς τοίνυν οἱ πιστεύοντες τοῖς λόγοις τῆς σοφίας κελευόμεθα ἐν τῷ αἰῶνι τούτῳ γενέσθαι μωροί· τοιοῦτοι γὰρ δοκοῦμεν εἶναι τοῖς ἀνθρώποις πιστεύοντες εἰς Χριστὸν Ἰησοῦν ἐσταυρωμένον, καὶ πιστεύοντες ἀνάστασιν σωμάτων, πιστεύοντες δὲ ὅτι ζησόμεθα οὐ μόνον οἱ νῦν ὄντες ἐπὶ γῆς ὕστερον ἐν οὐρανοῖς ἀλλ' ὅτι καὶ ἂν ἁμαρτάνωμεν πυρὶ αἰωνίῳ παραδοθησόμεθα. τοιούτους ἡμᾶς δοκεῖν εἶναι τοῖς ἀνθρώποις . . . .