Ancient Greek · ~1 min
Section 64
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 64
Not analysed yet
xiv 20 [Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.] [Ὠριγένους] Ἐπειδὴ ἃ προστάσσει δυνατά ἐστιν, δυνατὸν ἡμᾶς τελείους γενέσθαι ταῖς φρεσίν. τοῦτο δὲ σχεδὸν ἑρμηνεύει τὸ Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία· στραφεὶς γὰρ γίνεται ὡς παιδίον ὁ τῇ κακίᾳ νηπιάζων.