Ancient Greek · ~1 min
Section 65
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 65
Not analysed yet
xiv 21 [Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως εἰσακούσονταί μου, λέγει Κύριος.] [Ὠριγένους] Καὶ τὸν προφητικὸν λόγον νόμον ἐκάλεσεν· ταῦτα δὲ τὰ ῥήματα εὕρομεν παρὰ Ἀκύλᾳ καὶ ταῖς λοιπαῖς ἐκδόσεσιν, οὐ μὴν παρὰ τοῖς ἑβδομήκοντα.