Ancient Greek · ~4 min
Section 66
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 66
Not analysed yet
xiv 24—5 [Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ὁ θεὸς ὄντως ἐν ἡμῖν ἐστιν.] [Ὠριγένους] Ἐπειδὴ τὸ προφητικὸν χάρισμα ποιεῖ γινώσκειν τὰ κρυπτὰ τῆς καρδίας τοῦ ἀπίστου καὶ ἰδιώτου καὶ πλησιάζοντος αὐτοῖς, δῆλον ὅτι ὅταν ἔλθῃ τὸ τέλειον, τελείως γιγνώσκουσιν παντὸς ἰδιώτου καὶ ἀπίστου τὰ κρυπτά, εἰκὸς δὲ ὅτι τότε καὶ τοῦ ἁγίου ἀνθρώπου τὰ κρυπτὰ φανερὰ γίνεται τοῖς προφήταις, τάχα τοῖς μείζοσιν τὰ τῶν καταδεεστέρων. <καὶ> ὁ ὠφελούμενος εὐλαβεῖται ἐμβλέψαι εἰς τὸ πρόσωπον τοῦ θεοῦ· διὸ φανταζόμενος τὸν θεὸν πίπτει ἐπὶ πρόσωπον, καὶ τὴν ὑπεροχὴν καὶ τὴν δόξαν αὐτῷ διδούς, καὶ οὕτως προσκυνεῖ τῷ θεῷ. τὸ δὲ ἐλέγξαι καὶ ἀνακρῖναι τὰ κρυπτὰ τῆς καρδίας, ὅ ἐστι φανερὰ ποιῆσαι, χαρακτηρίζει ὅτι ὁ θεὸς ἐν τῷ πνεύματί ἐστι τῶν τοιούτων. εἰ δὲ καὶ τὰ λοιπὰ χαρίσματα σημεῖά ἐστι τοῦ ὄντως εἶναι θεόν, ἐν τίνι ζητητέον;