Ancient Greek
Section 67
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 67
Not analysed yet
xiv 26—27 [Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω.] [Ὠριγένους] Ὅταν συνέλθωμεν, πᾶσι τοῖς ἔχουσι χαρίσματα ἐπιτρεπτέον λαλεῖν τοῖς δυναμένοις διδάσκειν.