Ancient Greek · ~2 min
Section 71
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 71
Not analysed yet
xiv 34—35 [Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτέτραπται λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν.] [Ὠριγένους] Ἐπειδὴ οἱ ἄνδρες κατὰ τὰς ἀρχὰς ἐξουσίαν εἶχον λαλεῖν καὶ τοὺς ἀκούοντας ὠφελεῖν, αἱ δὲ γυναῖκες περὶ ὧν ἐπηπόρουν ἠρώτ<ω>ν. νόμον δὲ λέγει τὸ ἐν τῇ Γενέσει εἰρημένον Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου.