Ancient Greek
Section 72
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 72
Not analysed yet
xiv 37—38 [Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι τοῦ κυρίου εἰσὶν ἐντολαί· εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.] [Ὠριγένους] Πνευματικός ἐστιν ὁ πάντα λόγον καὶ πάντα νοῦν δυνάμενος βασανίζειν, καὶ διὰ πολλὴν βαθύτητα νοῦ δυσδιάγνωστον ὄντα ὥστε μὴ δύνασθαι ἀνακρίνεσθαι. οὐ τοῦ τυχόντος δέ ἐστιν εἰδέναι ὅτι τὰ γραφόμενα ὑπὸ Παύλου τοῦ κυρίου ἐστίν, ἀλλὰ προφήτου <ἢ> πνευματικοῦ· οὐκοῦν ὁ μὴ εἰδὼς ὅτι τοῦ κυρίου ἐ<στ>ίν, οὔτε προφήτης ἐστὶν οὔτε πνευματικός. ἄλλο δέ ἐστιν πιστεύειν καὶ ἄλλο γινώσκειν· οὐκοῦν ὁ ἀγνοῶν ὅτι τοῦ κυρίου ἐ<στ>ίν, ἀγνοεῖ μήπω φθάσας εἰς τὸ κυρίως εἶναι τοῦ θεοῦ· ὁ γὰρ γινωσκόμενος ἀνακιρνᾶται τρόπον τινὰ τῷ γιγνώσκοντι αὐτόν.