Ancient Greek · ~12 min
Section 74
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 74.1
Not analysed yet
xiv 34—35 [Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστι γυναιξὶ ἐν ἐκκλησίᾳ λαλεῖν.] [Ὠριγένους] Ὡς γὰρ πάντων λεγόντων καὶ δυναμένων λέγειν, ἐὰν ἀποκάλυψις αὐτοῖς γένηται, φησὶν Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν. ταύτης δὲ τῆς ἐντολῆς οὐκ ἦσαν οἱ τῶν γυναικῶν μαθηταί, οἱ μαθητευθέντες Πρισκίλλῃ καὶ Μαξιμίλλῃ, οὐ Χριστοῦ τοῦ ἀνδρὸς τῆς νύμφης. ἀλλ' ὅμως εὐγνωμονῶμεν καὶ πρὸς τὰ πιθανὰ ἐκείνων ἀπαντῶντες. τέσσαρές φασι θυγατέρες ἦσαν Φιλίππου τοῦ εὐαγγελιστοῦ καὶ προεφήτευον. εἰ δὲ προεφήτευον, τί ἄτοπόν ἐστι καὶ τὰς ἡμετέρας, ὡς φασὶν ἐκεῖνοι, προφήτιδας προφητεύειν; ταῦτα δὲ λύσομεν. πρῶτον μὲν λέγοντες ὅτι Αἱ ἡμέτεραι προεφήτευον, δείξατε τὰ σημεῖα τῆς προφητείας ἐν αὐταῖς· δεύτερον δὲ Εἰ καὶ προεφήτευον αἱ θυγατέρες Φιλίππου, ἀλλ' οὐκ ἐν ταῖς ἐκκλησίαις ἔλεγον· οὐ γὰρ ἔχομεν τοῦτο ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων. ἀλλ' οὐδ' ἐν τῇ παλαιᾷ· Δεββῶρα μεμαρτύρηται προφῆτις εἶναι, λαβοῦσα δὲ Μαριὰμ ἡ ἀδελφὴ Ἀαρὼν τὸ τύμπανον ἐξῆρχε τῶν γυναικῶν. ἀλλ' οὐκ ἂν εὕροις ὅτι Δεββῶρα ἐδημηγόρησεν εἰς τὸν λαὸν ὥσπερ Ἱερεμίας καὶ Ἡσαΐας· οὐκ ἂν εὕροις ὅτι Ὀλδὰ προφῆτις οὖσα ἐλάλησε τῷ λαῷ ἀλλ' ἑνί τινι ἐλθόντι πρὸς αὐτήν. ἀλλὰ καὶ ἐν τῷ εὐαγγελίῳ ἀναγέγραπται Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· ἀλλ' οὐκ ἐν ἐκκλησίᾳ ἐλάλησεν. ἵνα οὖν καὶ δοθῇ ἐκ σημείου προφητικοῦ εἶναι προφῆτις γυνή, ἀλλ' οὐκ ἐπιτρέπεται ταύτῃ λαλεῖν ἐν ἐκκλησίᾳ. ὅτε ἐλάλησε Μαριὰμ ἡ προφῆτις ἄρχουσα ἦν τινων γυναικῶν· αἰσχρὸν γὰρ γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ, καὶ διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω ἁπλῶς ἀλλ' οὐδὲ αὐθεντεῖν ἀνδρός. Καὶ ἄλλοθεν δὲ τοῦτο παραστήσω, εἰ καὶ ἐκεῖνο ἀσφαλέστερον εἴρηται περὶ τοῦ μὴ τὴν γυναῖκα ἡγεμόνα γίνεσθαι τῷ λόγῳ τοῦ ἀνδρός· πρεσβύτιδας ἐν καταστήματι ἱεροπρεπεῖς, καλοδιδασκάλους, ἵνα σωφρονίζωσι τὰς νέας, οὐχ ἁπλῶς ἵνα διδάσκωσιν. καλοδιδάσκαλοι μὲν γὰρ ἔστωσαν καὶ γυναῖκες, οὐχ ἵνα ἄνδρες καθήμενοι ἀκούωσι γυναικῶν, ὡς ἐκλειπόντων ἀνδρῶν τῶν δυναμένων πρεσβεύειν τὸν τοῦ θεοῦ λόγον. Εἰ δέ τι μαθεῖν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. δοκεῖ μοι τὸ τοὺς ἰδίους ἄνδρας οὐκ ἐπὶ τοὺς γαμετοὺς ἀναφέρεσθαι μόνον· αἱ παρθένοι γὰρ ἢ λαλήσουσιν ἐν ἐκκλησίᾳ ἢ οὐχ ἕξουσι τοὺς διδάσκοντας, καὶ αἱ χηρεύουσαι ὁμοίως· ἀλλὰ μήποτε τοὺς ἰδίους ἄνδρας οἷον καὶ τὸν ἀδελφὸν καὶ τὸν οἰκεῖον καὶ τὸν υἱόν; ἅπαξ ἁπλῶς ἀνδρὸς πυνθανέσθω γυνὴ τοῦ ἰδίου κατὰ τὸ γενικὸν ὄνομα ἀνδρὸς πρὸς ἀντιδιαστολὴν γυναικός· αἰσχρὸν γὰρ γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ, ὁποῖα ἐὰν λαλῇ, κἂν θαυμαστὰ λαλῇ, κἂν ἅγια, μόνον δὲ ἀπὸ στόματος γυναικείου ἐξέρχηται. Γυνὴ ἐν ἐκκλησίᾳ δηλονότι κατὰ τὸ αἰσχρὸν λέγεται ἐπὶ κατηγορίᾳ τῆς ὅλης ἐκκλησίας. xiv 36 [Ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;] Ὡς τῆς ἀταξίας ταύτης οὔσης ἐν Κορίνθῳ μετὰ καὶ τῶν ἄλλων ἁμαρτημάτων. τοῦτο οὖν λέγει ὅτι ἀπέστειλεν τὸν λόγον αὐτοῦ ὁ θεὸς εἰς τὸν κόσμον. ἆρ' οὖν ἡ ἀλήθεια καὶ ὁ κανὼν ὁ ἐκκλησιαστικὸς εἰς ὑμᾶς μόνους τοὺς Κορινθίους κατήντησεν;