Ancient Greek
Section 75
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 75
Not analysed yet
xiv 37—38 [Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου εἰσὶν ἐντολαί· εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.] [Ὠριγένους] Ἵν' οὖν ἐπιγινώσκωμεν τὰ τοῦ θεοῦ, παρακαλέσωμεν τὸν διδόντα χαρίσματα, ἵνα δώῃ ἡμῖν χάρισμα προφητικὸν καὶ ποιήσῃ ἡμᾶς ἀπὸ τοῦ κρατοῦντος πνεύματος πνευματικούς· καὶ οὕτως ἐπὶ τοῦ κρίνειν ποῖα τοῦ θεοῦ ἐστιν ἢ ποῖα οὐκ ἔστιν αὐτοῦ. ὁ γὰρ τῆς χάριτος ταύτης ἐστερημένος συνεῖναι οὐ δύναται· ὅθεν ἐπήγαγεν Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.