Ancient Greek · ~7 min
Section 73
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 73
Not analysed yet
xiv 31 [Δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται.] [Ὠριγένους] Κίνδυνός ἐστι τοῖς ἀναγινώσκουσιν ἁπλῶς ἀποφαίνεσθαι, ὁμοίως δὲ καὶ τοῖς ἀκούουσιν. ἄκουε γοῦν Παύλου λέγοντος Εἴ τις δοκεῖ ἐν ὑμῖν προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὅτι θεοῦ ἐστιν· ὡς οὐ παντὸς ἐπιγινώσκοντος τὰ τοῦ θεοῦ ἐὰν μὴ ᾖ προφήτης ἢ πνευματικός. διέγραψεν δὲ τὸν πνευματικὸν ὁ ἀπόστολος εἰπὼν Ὁ δὲ πνευματικὸς ἀνακρίνει τὰ πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. τίς δέ ἐστιν ὁ διακρίνων τὰ πάντα ἢ ὁ δυνάμενος πάντα λόγον ἐξετάζειν καὶ κρίνειν; οὗτος δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται, διὰ τὸ βάθος τῶν νοημάτων αὐτοῦ μὴ καταλαμβανόμενος. ὁ γὰρ πνευματικὸς νοῦν ἔχει κυρίου. ὥσπερ οὖν παιδίον οὐ δύναται ἀνακρῖναι νοῦν ἀνδρὸς καὶ ἐξετάσαι τὰ νοήματα αὐτοῦ· οὐδὲ γὰρ τὴν ἀρχὴν παρακολουθεῖ τοῖς τοῦ ἀνδρὸς νοήμασιν ὁ βραχὺς παῖς· τὸν αὐτὸν τρόπον οὐδὲ ψυχικὸς δύναται εἰδέναι ποῖα τὰ τοῦ θεοῦ καὶ ποῖα οὐχί, μόνου δὲ πνευματικοῦ ἐστι τοῦτο τὸ ἔργον. Ἐγὼ πολλάκις ἐζήτουν κατ' ἐμαυτὸν τί δήποτε ὅτε οἱ προφῆται ἦσαν τοῦ θεοῦ καὶ οἱ ψευδοπροφῆται, οἱ ψευδοπροφῆται εὐδοκίμουν παρὰ τοῖς βασιλεῦσιν αὐτῶν παρὰ τοὺς προφήτας· καὶ τὰ μὲν βιβλία τῶν ψευδοπροφητῶν οὐκ ἐγράφη οὐδὲ ἐσώθη ἐν τῷ λαῷ, τὰ δὲ τῶν προφητῶν καταδικασθέντων, μισηθέντων, πεπονθότων ἃ ἴσμεν, ἦλθεν εἰς μέσον καὶ τετίμηται. τίς γέγονεν ἡ τούτων ἀρχή, ἀπὸ τοῦ ἀποστόλου ἀφορμὰς λαβὼν λέγω· ὅτι ἦν χάρισμα ἐν τῷ λαῷ ὥσπερ προφητεύειν, οὕτω διακρίνειν προφήτας. δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν· ἀφθονία ἦν τότε τῶν λεγόντων καὶ τῶν ἐπιτρεπομένων λέγειν. διὰ γὰρ τοῦτο ἐπέτρεψεν ὁ ἀπόστολος πᾶσι λέγειν ἐν ἐκκλησίᾳ· μικροῦ δεῖν καὶ ταῖς γυναιξὶν ἐπέτρεψε λαλεῖν, εἰ μὴ εἰρήκει τὸ ἑξῆς.