Ancient Greek · ~5 min
Section 76
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 76
Not analysed yet
xv 1—2 [Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.] [Ὠριγένους] Εὐαγγέλιον καλεῖ ὃ εὐαγγελίζεται, τοῦτο γὰρ καὶ παρέδωκεν· οὗτος δὲ ἕστηκεν ἐν τῷ εὐαγγελίῳ ὁ τὴν ψυχὴν ἑαυτοῦ ἔχων ἐπιβεβηκυῖαν, ὡς ἐπὶ σκάφει, ἐπ' αὐτῷ δι' οὗ καὶ σώζεται. εἰκῇ δὲ λέγει πεπιστευκέναι τὸν μὴ κατέχοντα τὸν λόγον τοῦ εὐαγγελίου, ἀλλ' ἀλόγως καὶ συντυχικῶς καὶ οὐκ ἐξητασμένως ἀκούσαντα. [Ὠριγένους] Ἰουδαῖοι οὐχ ἑστήκασιν ἐν τῷ εὐαγγελίῳ, τὸν Ἰησοῦν μὴ παραδεξάμενοι· οἱ ἀπὸ τῶν αἱρέσεων κακῶς ἑστήκασι, μὴ νοοῦντες τὸ εὐαγγέλιον ἀλλ' ἰδίως αὐτὸ ἐκδεχόμενοι· οἱ ἁμαρτάνοντες οὐχ ἑστήκασι, μὴ βιοῦντες κατὰ τὸ εὐαγγέλιον. τίνες οὖν ἑστήκασιν ἐν τῷ εὐαγγελίῳ ἢ οἱ παραλαβόντες αὐτὸ καὶ παραδεξάμενοι καὶ κατ' αὐτὸ βιοῦντες; ἐὰν δὲ νοηθῇ Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, καὶ νοηθῇ τὸ ἐπιφερόμενον εὐλόγως <τού>τοις τὸ Ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε, εἰσόμεθα ὅτι ἀδύνατον εἶναι τὸν εἰκῇ πεπιστευκότα οὕτω πεπιστευκέναι ψευδεῖ· ἀλλὰ τὸ πεπιστευκέναι μέν, ἀληθεῖ δέ, ἔργον οὐκ ἔστιν· <ἐν> κρίσει <δὲ> πιστεύειν· οἱ πρὸς καιρὸν πιστεύοντες καὶ ἐν καιρῷ πειρασμοῦ ἀφιστάμενοι, εἰκῇ πιστεύουσι· καίτοιγε οὐ ψευδῆ πεπιστεύκασιν ἀλλὰ τῷ ἀληθεῖ μέν, ἐπειδὴ δὲ οὐ βεβαίως πεπιστεύκασιν, διὰ τοῦτο ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. καλῶς γὰρ πιστεύων τις οὐ πεσεῖται.