Ancient Greek · ~2 min
Section 79
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 79
Not analysed yet
xv 10 [Χάριτι δὲ θεοῦ εἰμὶ ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλ' ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί.] [Ὠριγένους] Εἰπὼν ὅτι ἡ χάρις αὐτοῦ οὐ κενὴ ἐγενήθη εἰς ἐμέ, ἐδίδαξεν ὅτι οἱ ἀναξίως ζῶντες τῆς χάριτος κενὴν αὐτὴν ἔλαχον. οὐχ ἡ χάρις δὲ κοπιᾷ, ἀλλ' οὕτως νοητέον· Οὐκ ἐγὼ τάδε πεποίηκα, ἀλλ' ἡ χάρις ἡ σὺν ἐμοί.