Ancient Greek · ~1 min
Section 80
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 80
Not analysed yet
xv 11 [Εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.] [Ὠριγένους] Πάντων τῶν ἀποστόλων πληρ<ο>φορηθέντων περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ χριστοῦ βεβαία ἡ ἀπόδειξις, διὸ τὰ αὐτὰ λέγομεν· καὶ γὰρ καὶ ὑμεῖς οὕτως ἐπιστεύσατε.