Ancient Greek · ~21 min
Section 8
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 8.1
Not analysed yet
i 23—31 [ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ἔθνεσιν δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν. . . . Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς. ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα καθὼς γέγραπται ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω.] [Ὠριγένους] Δύναμιν ἐλάβομεν ἀπὸ τοῦ πιστεύειν εἰς Ἰησοῦν Χριστὸν ἐσταυρωμένον· καὶ ὅσον λείπομεν ἐν τῇ πίστει <ταύτῃ>, τοσοῦτον λειπόμεθα ἐν τῇ δυνάμει τοῦ ἔχειν ἐν ἑαυτοῖς τὰ ἀπὸ τοῦ θεοῦ. εἰ δὲ θέλετε νοῆσαι τί ἐστιν ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω, νοήσατέ μοι πάνυ γενναῖον ἐν τοῖς αἱρετικοῖς λόγοις, φέρε εἰπεῖν Μαρκίωνα ἢ Βασιλείδην, καὶ οὕτω μετὰ δυνάμεως ζητοῦντα ὑπὲρ τῶν αἱρετικῶν λόγων ὥστε μὴ τὸν τυχόντα δύνασθαι αὐτῷ ἀντιστῆναι· εἶτα νοήσατέ τινα ἱκανὸν κατὰ τὴν ἀλήθειαν λέγοντα ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, καὶ δεικνύντα πάντα ἐκεῖνα μωρίαν ἐφ' οἷς ἐπεποίθει ὁ ἠπατημένος. ἐκείνων οὖν τὴν σοφίαν ἀπόλλυσιν, οὐ τῶν ὄντως σοφῶν, Ἠσαΐου, Ἱερεμίου ἢ Σολομῶντος· τὴν δοκοῦσαν ἀπόλλυσι σοφίαν, οὐ τὴν ἀληθῆ. Πῶς δὲ καὶ Ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν; ἡ σοφία τοῦ θεοῦ ἐν νόμῳ καὶ προφήταις ἐστίν· ὁ κόσμος οὐκ ἔγνω ἐν νόμῳ καὶ προφήταις κηρυσσόμενον τὸν Χριστόν. διὰ τοῦτο ἐπὶ συντελείᾳ τῶν αἰώνων ἔπεμψεν Ἰησοῦν Χριστὸν σταυρωθησόμενον ὑπὲρ <τοῦ> γένους τῶν ἀνθρώπων, ἵνα τῇ μωρίᾳ τοῦ κηρύγματος πιστεύσωσιν οἱ πιστεύσαντες εἰς Ἰησοῦν Χριστὸν ἐσταυρωμένον. Προσέθηκε δὲ τ<ῷ> Οὐ πολλοὶ σοφοὶ τὸ κατὰ σάρκα, εἰδὼς ὅτι τῶν σοφῶν εἰσὶ διαφοραί, καὶ οἱ μέν εἰσι σοφοὶ κατὰ σάρκα οἱ δὲ κατὰ πνεῦμα· καὶ κατὰ σάρκα εἰσὶ σοφοὶ οἱ λεξείδια μόνα μεμελετηκότες καὶ καλλωπίζοντες ὅ τι ποτ' οὖν ὡς ἀλήθειαν οὐκ ὂν ἀλήθειαν. ὅμως δὲ καὶ οὐδὲ οὕτως ἀπέκλεισε τοὺς κατὰ σάρκα σοφοὺς ἀπὸ τῆς πίστεως· οὐ γὰρ εἶπεν Οὐδεὶς σοφὸς κατὰ σάρκα προσέρχεται τῷ λόγῳ, ἀλλ' ὅτι σφόδρα ὀλίγοι. δυνατοὶ δὲ κατὰ σάρκα εἰσὶν οἱ τὰς ἐξουσίας ἔχοντες· κατὰ πνεῦμα δὲ νοήσεις, ἐὰν ἴδῃς τὸν Σωτῆρα τίνα τρόπον οὐκ ἦν μὲν δυνατὸς κατὰ σάρκα· προεδόθη γοῦν καὶ ἐσταυρώθη ἐξ ἀσθενείας· ἦν δὲ δυνατὸς κατὰ πνεῦμα, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ θεραπεύων. οὕτω τὰ κατὰ τοὺς ἀποστόλους ὅρα, τίνα τρόπον ἦσαν δυνατοὶ κατὰ πνεῦμα. ἔστιν δυνατὸς κατὰ πνεῦμα καὶ ὁ κατὰ τὸ πνεῦμα βιοὺς καὶ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατῶν. ὁμοίως καὶ ἐπὶ τῶν εὐγενῶν νοήσεις· εὐγενεῖς κατὰ σάρκα εἰσὶν οἱ ἐκ πατέρων πλουσίων καὶ ἐνδόξων· κατὰ δὲ πνεῦμα εὐγενεῖς εἰσὶν οἱ υἱοὶ τοῦ θεοῦ περὶ ὧν γέγραπται Ὅσοι δὲ ἔλαβον αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. Τίνα οὖν ἐξελέξατο ὁ θεός; οὐχ ἁπλῶς τὰ μωρά, ἀλλὰ μετὰ προσθήκης τῆς τοῦ κόσμου· ἡμεῖς οἱ πιστεύοντες μωροί ἐσμεν ὡς πρὸς τὸν κόσμον. γελῶσιν οὖν ἡμᾶς μωροὺς λέγοντες ‘Χριστιανοὶ λέγουσιν ἀνάστασιν νεκρῶν καὶ ὅτι ζῶμεν μετὰ θάνατον καὶ ὅτι Ἰησοῦς ὃν ἐσταύρωσαν Ἰουδαῖοι ἐκ παρθένου γεγέννηται,’ καὶ ὅσα τοιαῦτα. ἐκεῖνοι οὖν γελασάτωσαν ἡμᾶς καὶ μωροὺς λεγέτωσαν· ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστίν. τὰ μωρὰ οὖν τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς. οὐχ ἁπλῶς τοὺς σοφούς, ἀλλὰ κατὰ κοινοῦ τοῦ κόσμου· ἵνα εἴπῃ τὰ τοῦ κόσμου μωρὰ ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφοὺς τοῦ κόσμου· ἀληθῶς γὰρ καταισχύνονται οἱ σοφοὶ τοῦ κόσμου, ὅταν αὐτοὶ μὲν προσκυνῶσιν εἰδώλοις οἱ δὲ ἀγράμματοι καὶ ἰδιῶται ἀποθνήσκωσιν ὑπὲρ τοῦ μὴ εἰδωλολατρῆσαι. Καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός· πάλιν ἐνταῦθα μετὰ προσθήκης τῆς τοῦ κόσμου. τί γὰρ εὐγενέστερον ψυχῆς καταλειπούσης τὰ εἴδωλα καὶ λεγούσης Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὑετίζων. τὰ ἀγενῆ οὖν τοῦ κόσμου εὐγενῆ δὲ τοῦ θεοῦ ἐξελέξατο ὁ θεός· μόνον κατορθώς<ω>μεν ἐξ ο<ὗ> θεῷ οὐκ ἐξουδενωθησόμεθα, περὶ οὗ γέγραπται ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος. Καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· τὰ μὴ ὄντα ὠνόμασε τὰ μωρὰ τοῦ κόσμου, τὰ ἀσθενῆ, τὰ ἀγενῆ, τὰ ἐξουθενημένα· τὰ ὄντα τοὺς εὐγενεῖς τοῦ κόσμου· ἐν γὰρ τῷ κόσμῳ οὗτοι εἰσὶ τινές, οὔκ ἐσμεν ἡμεῖς, καταπονούμενοι ὑπὸ πάντων καὶ καταφρονούμενοι. τὰ μὴ ὄντα νῦν ἐξελέξατο ὁ θεός, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ καὶ εἴπῃ Διὰ τοῦτο ἐξελέχθην ὅτι εὐγενής εἰμι. ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· διὰ τοῦτο γὰρ ταῦτα πάντα ἡμῖν ἐστὶ Χριστός, ἵνα τὸ γεγραμμένον γένηται Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω. εἰ γὰρ ὁ καυχώμενος ἐν σοφίᾳ ὀφείλει καυχᾶσθαι, Χριστὸς δὲ ἡ σοφία, δῆλον ὅτι ὁ καυχώμενος ἐν Χριστῷ καυχᾶται· καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἁγιασμοῦ τέ φημι καὶ δικαιοσύνης.