Ancient Greek · ~9 min
Section 9
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 9
Not analysed yet
ii 4—7 [καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πιθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ' ἐν δυνάμει θεοῦ. σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων. ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.] [Ὠριγένους] Ἵνα μὴ εἴποι τις Ἆρ' οὖν, ἐπεὶ τὰς ἀποδείξεις τῆς πίστεως ἐν δυνάμει καὶ ἐν πνεύματι ἔφερεν, οὐκ εἶχεν σοφίαν οὐδεμίαν, ἀλλὰ τοῦτό ἐστι τὸ μυστήριον τῆς θεοσεβείας, πιστεῦσαι μόνον, καὶ οὐκ ἐπαγγελία σοφίας ἐν αὐτῷ· ἐπιφέρει καὶ λέγει Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων. ἄλλο γάρ ἐστιν εἰσαγαγεῖν τινὰς εἰς τὴν πίστιν, ἄλλο τὴν σοφίαν τοῦ θεοῦ ἀποκαλύπτειν. ἀναπτύσσομεν οὖν τὴν σοφίαν τοῦ θεοῦ οὐ τοῖς εἰσαγομένοις οὐδὲ τοῖς ἀρχομένοις οὐδὲ τοῖς μηδέπω ἀπόδειξιν τοῦ ὑγιοῦς βίου δεδωκόσιν· ἀλλ' ὅτ' ἂν γυμνασάμενος ὃν δεῖ τρόπον τὰ αἰσθητήρια πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ ἐπιτήδειος γένηται καὶ πρὸς τὸ ἀκοῦσαι σοφίαν, τότε λαλοῦμεν σοφίαν ἐν τοῖς τελείοις· σοφίαν δὲ λέγω οὐ τοῦ αἰῶνος τούτου οὐδὲ παραπλησίαν τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. ἅμα δὲ δεδήλωκεν ὅτι τὰ φερόμενα παρὰ τοῖς ἄλλοις μαθήματα οὐκ ἐστὶν ἀνθρώπων κατὰ τὴν ἀρχὴν ἀλλὰ δυνάμεων ἀοράτων τῶν καταργουμένων. καὶ εἴποιμι δ' ἂν ὅτι ποιητικὴ σοφία ἐστὶ τοῦ αἰῶνος τούτου, τάχα δὲ καὶ ἡ ῥητορική· σοφία δὲ καὶ ἡ ἐπαγγελλομένη λέγειν περὶ οὐρανοῦ καὶ γῆς καὶ περὶ διοικήσεως τῶν ὅλων. ἡμεῖς οὖν εἰ σοφίαν λαλοῦμεν καὶ λέγομεν αὐτὴν ἐν τοῖς τελείοις, οὐ τὴν τοῦ αἰῶνος τούτου λέγομεν· οὔτε γὰρ διὰ ποιημάτων ἢ διά τινος τοιαύτης τέχνης. [Ὠριγένους] Ἀλλὰ λαλοῦμεν σοφίαν ἐν μυστηρίῳ, ἃ οὐκ ἔγνωσται τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου τοῖς ἐνεργοῦσι τὴν σοφίαν τῶν σοφῶν τοῦ κόσμου τούτου· οὕτω δὲ οὐκ ἔγνωσαν· ἐπεβούλευσαν τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ καὶ ἐσταύρωσαν αὐτόν· εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. οὐκοῦν ζητητέον καὶ ἐν τῷ λόγῳ σοφίαν, ἀλλὰ μετὰ τὴν πίστιν, μετὰ τὴν πολιτείαν, κατὰ τὸ γεγραμμένον Ἐπεθύμησας σοφίαν, διατήρησον ἐντολάς.