Ancient Greek · ~11 min
Volume 13
Origen, Fragmenta ex commentariis in Proverbia 13.21.1
Not analysed yet
βολαῖς ὁ Ἰησοῦς λάλει, καὶ χωρὶς παραβολῆς οὐδὲν αὐτοῖς λαλεῖ· ὃ καὶ μέχρι τῆς δεῦρο ποιεῖ· οἱ γὰρ ὄχλοι οὐ χωροῦσι παραβολῶν ἑρμηνείαν. Πρόσχες δὲ καὶ τῷ, Ἀφεὶς τοὺς ὄχλους εἰσῆλθεν εἰς τὴν οἰκίαν αὑτοῦ, πάνυ συνετῶς ἀναγεγραμμένῳ ἐπὶ μὴ οἷόν τε ἦν τοὺς ὄχλους αὐτῷ συνελθεῖν, ἀλλὰ μόνους τοὺς διαφέροντας παρὰ τοὺς ὄχλους, οἵτινες ἦσαν μαθηταὶ αὐτοῦ, καὶ δυνάμενοι παῤῥησίαν ἔχειν πρὸς τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ Ἰησοῦ. Ἐκεῖ, οὐχ ὡς οἱ ὄντες ἔξω, ἀλλὰ χωρήσαντες τὸ γενέσθαι ἔσω, προσελθόντες τῷ διδασκάλῳ, τὸν ἔσω νοῦν ἀξιοῦσι τῶν παραβολῶν μαθεῖν. Καὶ ἐπείπερ ἐχώρησαν αὐτῷ ἀκολουθῆσαι εἰσιόντι εἰς τὴν οἰκίαν, διὰ τοῦτο ἀποκριθεὶς πρὸς τὸ, Φράσον ἡμῖν τὴν παραβολὴν, εἶπεν ἃ εἶπεν. Οὐ μόνον δὲ ἐξέρχεται τῆς οἰκίας αὑτοῦ ὁ Ἰησοῦς, ἵνα τοῖς ἔξω ἔξω γενόμενος λαλήσῃ τὰς παραβολὰς, ἀλλὰ καὶ παρὰ τὴν θάλασσαν καθίζεται, αἰνισσόμενος, ὅτι οἱ ὄχλοι καὶ οἱ ἔξω τῶν τῆς θαλάσσης κυμάτων, καὶ τοῦ ἁλμυροῦ ὕδατος αὐτῆς, οὐκ εἰσὶ μακράν. Παρατήρει δὲ, ὅτι πρὸς μὲν τὸν ἐξελθόντα τῆς οἰκίας καὶ καθήμενον παρὰ τὴν θάλασσαν Ἰησοῦν συνήχθησαν ὄχλοι πολλοί· οὐκ ἔτι δὲ ὄχλοι πολλοὶ, ἀλλ' οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες ὀλίγοι, καὶ εὑρίσκοντες τὴν ἐπάγουσαν εἰς τὴν ζωὴν ὁδὸν μαθηταὶ εἰσέρχονται πρὸς αὐτὸν εἰς τὴν οἰκίαν. Λόγῳ τοίνυν τὸ πρέπον εὐαγγελικῷ κατὰ δύναμιν ἐξετάζων, καὶ τῷ τοῦ Ἰησοῦ βουλήματι ἐμβάντος εἰς τὸ πλοῖον, καὶ λέγοντος παντὶ τῷ ὄχλῳ τῷ παρὰ τὸν αἰγιαλὸν ἐν παραβολαῖς, φημὶ, μήποτε ὁ λόγος τοῖς ὄχλοις οὐ βεβηκὼς, οὐδὲ ἑστὼς, ἀλλ' ἐν ὕδατι θαλάσσης τυγχάνων, λαλεῖ ὀχούμενος ἐπὶ τοῦ, ὡς οἷόν τε ἐστὶ, δυναμένου βεβηκέναι ἐπὶ ὕδατος· ὅπερ πλοῖον εἴρηται. Μὴ θαυμάσῃς δὲ, εἰ τὰ τοιαῦτα νοήματα ὡραιότερον ἐνήνεκται, ὡς ἂν τὸν ἔξω καὶ τὸν ὄχλον μὴ νομίσαι, μηδὲ νοῦν τινα εἶναι κεκρυμμένον καὶ ἐχόμενον πυκνῆς γλαφυρότητος τὸν τῇ εὐαγγελικῇ διαθέσει ἀποκείμενον· καὶ γὰρ ἦν τῆς οἰκονομούσης χάριτος τὸν τοῦ Θεοῦ λόγον, ἔργον. Ἐγὼ δὲ καὶ τὸ, Προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; καὶ τὸ, Ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὑτοῦ· καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Φράσον ἡμῖν τὴν παραβολὴν, βαθύτερον ἀκούειν πειρῶμαι. Ἀεὶ γὰρ οἱ μὲν ὄχλοι, ἐὰν ἀκούωσι παραβολῆς, οὐδὲ ἐφιστᾶσιν αὐτῇ δεομένῃ ἐξηγήσεως· οἱ δὲ μαθηταὶ θεωροῦντες, ὅτι ἐν παραβολαῖς τοῖς ὄχλοις λαλεῖ, διὰ τὸ εἶναι αὐτοὺς ἔξω, ἀφιέντι τοὺς ὄχλους τῷ Ἰησοῦ ἕπονται, καὶ ἰδόντες, ὅτι οὐκ ἀλλαχοῦ δύνανται μανθάνειν τὰ τῶν παραβολῶν ἢ εἰσελθόντες εἰς τὴν οἰκίαν τοῦ Ἰησοῦ, καὶ εἰσέρχονται πρὸς αὐτὸν, καὶ προσελθόντες αὐτῷ, φασί· Φράσον ἡμῖν τὴν παραβολὴν, περὶ ἧς μαθεῖν βούλονται. Ἀλλὰ τοιαύτη μὲν ἡ παραβολή. Ἑξῆς δέ ἐστιν ὁ σκοτεινὸς λόγος. Ἔστι τοίνυν ἐν ταῖς Γραφαῖς τινα τοσοῦτον ἐπίτηδες σκοτεινῶς εἰρημένα, ὥστε μηδὲ τὸ τυχὸν ἐκλαβεῖν ἄν τινα ἐν αὐτοῖς χωρὶς πολλῆς καὶ μεγάλης ἐξετάσεως συγκεχυμένης καὶ κατὰ τὴν φράσιν, καὶ κατὰ τὸ διανόημα,