Ancient Greek · ~11 min
Volume 13
Origen, Fragmenta ex commentariis in Proverbia 13.24.1
Not analysed yet
καὶ κατὰ τὴν σύνθεσιν τῆς λέξεως· ἅπερ νομίζω εἶναι τὸν λεγόμενον ἐν βίβλῳ σκοτεινὸν λόγον. Παράδειγμα τῶν τοιούτων ἐκθήσομαι ἀπὸ Ψαλμῶν ἐκ τοῦ λαʹ ψαλμοῦ τὰ οὕτω λελεγμένα· Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, καὶ τὰ ἑξῆς. Καὶ ἁπλῶς τοῦ μὲν νοήματος νοῆσαι ἔστι τὸ ῥητὸν, ὡς δείξομεν· τοῦ δὲ σκοτεινοῦ λόγου, οὐδὲ τὸ τοιοῦτον· οἷον κἀκεῖνο ἐν Ἡσαΐᾳ· Οὐαὶ γῆς πλοίων πτέρυγες, ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος. Ἕκαστον δὲ τούτων σαφηνίσαι καὶ νοῆσαι φωτίζοντα τῇ διηγήσει τὸ σκοτεινὸν αὐτοῦ οὐ τοῦ παρόντος ἐστὶ καιροῦ, ἵνα μὴ πολλὰς καὶ ἀκαίρους ποιώμεθα παρεκβάσεις. Ἀρκεῖ δὲ μόνον τὸ ἀπὸ τοῦ ψαλμοῦ οὕτω πως σαφηνίσαι λεγόμενον. Ὅσον γὰρ ἐκεκράγειν ὑμνῶν τὸν Θεὸν, καὶ δι' ὅλης τῆς ἡμέρας θεολογῶν, οὐδέν μου ἐπαλαιοῦτο, ἀλλ' ὅσον ἀνεκαινούμην. Ὅτε δὲ ἀργήσας ἀπὸ τοῦ λέγειν τὰ τῆς θεολογίας ἐσιώπησα, τότε ἡ παλαιότης εἰσέδυ μέχρι τῶν ὀστέων μου, καὶ τῶν δοκούντων ἐν ἐμοὶ στεῤῥοτάτων. Καὶ τούτοις ἠκολούθησε τὸ βαρεῖαν γενέσθαι τὴν χεῖρά σου νυκτὸς καὶ ἡμέρας κατ' ἐμοῦ, καὶ διὰ τοῦτο ἀπὸ τῆς προτέρας ἐπισκοπῆς ἐστράφη εἰς τὴν ἐμὴν ταλαιπωρίαν ἡ βαρυνομένη σου χεὶρ κατ' ἐμοῦ. Καὶ ἀξίως γε ταῦτα πέπονθα, παγείσης μοι ἀκάνθης, ἡνίκα ἐκρατήθην ὑπὸ μεριμνῶν, ἢ καὶ πλούτου, καὶ ἡδονῶν βιωτικῶν. Ὅτι δὲ τοιαῦτά τινα τῷ Προφήτῃ ἐν τούτοις νενόηται, δῆλον ἐκ τοῦ ἐπιφέρεσθαι τούτοις τὸ, Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὰ ἑξῆς. Μετὰ ταῦτα ἔστιν ἰδεῖν τίνες αἱ ῥήσεις τῶν σοφῶν· εἶτα τίνα τὰ αἰνίγματα· ποίων σοφῶν ῥήσεις ὁ τῶνδε ἀκούσας σοφὸς, καὶ διὰ τὸ ἀκηκοέναι αὐτῶν ἑαυτοῦ γενόμενος σοφώτερος. Ἆρα γὰρ μόνων τῶν κατὰ Θεὸν καὶ τὴν ἀλήθειαν αὐτοῦ σοφῶν, ἢ οὐ τούτων μόνον, ἀλλὰ καὶ ὧν δράξεται ὁ Θεὸς τῆς πανουργίας; Καὶ γὰρ τούτους ὠνόμασεν ὁ λόγος σοφούς. Διὰ τί γὰρ ὁ εἰρημένος νοήσει μὲν τὰς τῶν μακαρίων σοφῶν ῥήσεις, οὐ διαρκέσει δὲ πρὸς τὸ νοῆσαι καὶ τοὺς τῶν λοιπῶν σοφῶν λόγους, ἀλλ' ἔσται αὐτῷ ὁ νοῦς ἐλάττων τοῦ νοῦ τῶν σοφῶν τοῦ κόσμου τούτου, καὶ μὴ δυνάμενος παρακολουθεῖν τοῖς ὑπ' ἐκείνων λεγομένοις; Καὶ ἄρα μήποτε ὥσπερ ὀφθαλμοῦ ἔργον ἐστὶν οὐ μόνον τὰ τεταγμένα ὁρᾷν, ἀλλὰ καὶ τὰ ἄλλως ἔχοντα, ἢ ὡς τὸ ἐν τούτοις τεχνικὸν βούλεται· οὕτω νοῦ ἔργον ἐστὶ τά τε ἐπιτυγχανόμενα ἐννοήματα θεωρεῖν, καὶ τὰ μὴ, εἴπως αὐτός τε ὑπὸ τῆς ἐν τοῖς ψεύδεσι πιθανότητος οὐχ ἁλώσεται, καὶ τοὺς ἁλόντας ῥύσεται, ἐὰν νοήσῃ καὶ τῶν ἄλλων σοφῶν τὰς ῥήσεις, εἴπου σοφίζονται, καὶ τίνα τρόπον παραλογίζονται· καὶ πῶς τὸ σόφισμα λύεται, καὶ ὁ παραλογισμὸς ἐλέγχεται. Οὕτω γὰρ καὶ διὰ τῶν ἑαυτοῦ σοφῶν ἀπειλεῖ ὁ Θεὸς, ὅτι τὴν διὰ τὸ ψεῦδος ἀξίαν ἀπολέσθαι σοφίαν τῶν σοφῶν ἀθετήσει, καὶ τὴν ἀπατηλὴν σύνεσιν τῶν μὴ κατ' αὐτὸν συνετῶν, καὶ οὕτω διὰ τῶν ἰδίων δράξεται τῆς πανουργίας τοῦ αἰῶνος τούτου σοφῶν. Αὐτίκα οἱ μαθηταὶ τοῦ Κυρίου, εἰ μὴ ἐνόουν τὰς τῶν