Ancient Greek · ~11 min
Volume 13
Origen, Fragmenta ex commentariis in Proverbia 13.25
Not analysed yet
κοσμικῶν σοφῶν ῥήσεις, πῶς ἐστρατεύοντο πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ; Πῶς δὲ καὶ τὸ ὑπὸ τοῦ Πέτρου λεγόμενον τελείως τηρήσαιτό τις ἂν, τὸ, Ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μὴ τελείως ἔχων τὴν ἐν λόγῳ παρασκευὴν, ἵνα παντὶ Ἕλληνι καὶ παντὶ βαρβάρῳ, καὶ παντὶ σοφῷ, καὶ παντὶ ἀνοήτῳ ἕτοιμος ᾖ πρὸς ἀπολογίαν περὶ τῆς ἐν αὑτῷ ἐλπίδος, τῷ συνιέναι τὰς τῶν σοφῶν ῥήσεις, τῶν μὲν κατηγορῶν, τὰ δὲ ἀνατρέπων, ταῦτα δὲ συνιστὰς καὶ ἀποδεικνύς; Μὴ θαυμάσῃς δὲ εἰ νῦν ὁ ἀληθῶς κατὰ Θεὸν σοφὸς οὐχ εὑρίσκεται· ἐκλέλοιπε γὰρ τὰ πλεῖστα τῶν ἐξαιρέτων χαρισμάτων, ὡς ἢ μηδαμῶς ἢ σπανίως εὑρίσκεσθαι. Λείπεται ἀποδοῦναι καὶ τίνα τὰ αἰνίγματα. Αἴνιγμα δὲ εἶναι νομίζω διέξοδόν τινα περὶ ὡς γεγονότων μὴ γεγονότων, μήτε γενέσθαι δυναμένων, σημαινόντων δ' ἐν ἀποκρυφῇ ἀπόῤῥητόν τι· οἷον ὡς ἀπὸ παραδείγματος τὸ ἐν τοῖς Κριταῖς· Πορευόμενα ἐπορεύθησαν τὰ ξύλα, τοῦ χρῖσαι ἐφ' ἑαυτῶν βασιλέα. Τίνα γὰρ τρία ξύλα καρποφόρα, ἡ συκῆ, ἡ ἄμπελος, ἡ ἐλαία, μὴ βουληθέντα βασιλεύειν τῶν οὐκ ἀξίων τῆς αὐτῶν βασιλείας ξύλων· καὶ τίς ἡ ἀκανθώδης ῥάμνος καὶ πῦρ ἐξ αὑτῆς ἀφιεῖσα κατεσθίειν τὰς κέδρους τοῦ λιβάνου, τοῦ σοφοῦ ἐστιν ἰδεῖν, ἀναφέροντος ταῦτα μὲν ἐπὶ τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν δὲ ῥάμνον ἐπὶ τὸν ἀντικείμενον. Ἔστι δὲ καὶ ἐν ταῖς Βασιλείαις αἴνιγμα τοιοῦτον· Ὁ ἄκανθος ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν Κέδρον τὴν ἐν τῷ Λιβάνῳ, λέγων· Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα, καὶ τὰ ἑξῆς. Εὕροις δ' ἂν καὶ ἐν τοῖς προφήταις αἰνίγματα, ὡς ἐν τῷ Ἰεζεκιὴλ τὸ, Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης πίλων, καὶ τὰ ἑξῆς. Τοσαῦτα χωρῆσαι ἐπὶ τοῦ παρόντος δεδυνήμεθα εἰς τὸ προκείμενον· ταῦτα δὲ ἦν παραβολὴ καὶ σκοτεινὸς λόγος, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου μὲν κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς αἰνιγμάτων, ὡς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· οὐ γὰρ γέγονε κατὰ τὴν λέξιν, κἂν ἀνάγηται εἰς ἕτερα. Καὶ πῶς ἁρμόσαι τούτῳ τὸ, Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου; Γέγονε γὰρ ὅπερ ἐπήγαγεν· Ἐναντίον τῶν πατέρων αὐτῶν ἐποίησε θαυμάσια. Καὶ κατὰ τὸ ῥητὸν διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτούς· πάντα γὰρ γέγονεν, εἰ καὶ σύμβολά ἐστι τῶν ἐφ' ἅπερ ἀνήγετο τρόπων παραβολῶν εὐαγγελικῶν λαμβανόμενα. Ἕτερος δέ τις ἐρεῖ, οὐκ ἐπὶ τὰ ἀπὸ τῆς Ἐξόθου ἀναφέρεσθαι τὸ, Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἀλλ' ἐπὶ τὰς ἐν τῷ Εὐαγγελίῳ παραβολὰς τοῦ Χριστοῦ λέγοντος ἐν τῷ προφήτῃ· Προσέχετε, λαός μου, νόμον μου, καὶ τὰ ἐπ' αὐτῷ. Στέφανος χαρίτων. Ἡ περιοχὴ τῶν ἀρετῶν, διὰ τὸ συνδεδέσθαι ἀλλήλαις.