Ancient Greek · ~9 min
Volume 13
Origen, Fragmenta ex commentariis in Proverbia 13.28
Not analysed yet
Κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Κλοιὸν χρύσεον λέγει τὸν περιαυγασμὸν καὶ τὸ κυκλοειδὲς σέλας τῶν θείων λογίων. Τράχηλον δὲ λέγει τὸν νοῦν. Ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς. Φήσαιεν δὲ ταῦτα καὶ οἱ εἰπόντες· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. Τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν. Ἐκείνης τῆς πολιτείας ἀποστὰς, γενοῦ μεθ' ἡμῶν, σαββάτιζε μεθ' ἡμῶν, τὰ ἄζυμα ποίει μεθ' ἡμῶν, καὶ τὰς ἄλλας τοῦ νόμου παρατηρήσεις. Αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες. Ἀγαθῶν μὲν γάρ ἐστιν ὁ Θεὸς δοτήρ· κακῶν δὲ ἡμεῖς αἴτιοι, δηλαδὴ κακωτικῶν. Φαίης δ' ἂν ταῦτα καὶ περὶ τῶν μετασχόντων αἵματος Ἰουδαίων, τῶν τε προφητῶν καὶ αὐτοῦ τοῦ Χριστοῦ. Αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα. Συντελεῖν οὐχ ἁπλῶς οἶμαί τι ποιεῖν, ἀλλὰ πληρῶσαι τὸ μέτρον τῶν πατέρων αὐτῶν, καὶ ὑποκεῖσθαι παντὶ αἵματι ἀπὸ Ἄβελ μέχρι Ζαχαρίου. Σοφία ἐν ἐξόδοις ὑμνεῖται. Σιωπωμένη μὲν ὑπὸ σοφοῦ, οὐχ ὑμνεῖται· ἐξόδου δὲ τυχοῦσα, ὑμνεῖται. Ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με. Ὡς Κύριον γὰρ ἐπικαλούμεθα τὴν σοφίαν οὖσαν Χριστόν. Ὁ οὖν ἐπικαλούμενος τὸν Χριστὸν, εἰ νοεῖ τίς ἐστιν, ἐπικαλεῖται σοφίαν, σύνεσιν, ἁγιασμὸν, δικαιοσύνην, καὶ πᾶσαν ἀρετήν· εἰ καὶ μὴ χείλεσιν, ἀλλὰ πράξεσιν. Ἀλλὰ μὴ τοιοῦτοι γενώμεθα, ὡς ἐπικαλεῖσθαι ἡμᾶς, αὐτὸν δὲ μὴ ὑπακούειν. ΚΕΦ. Βʹ. Ἐὰν, δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς, κρύψῃς παρὰ σεαυτῷ. Κρύπτει δέ τις, μὴ ἐπὶ κενοδοξίᾳ ταύτην ποιῶν, ἀλλὰ σπουδάζων λανθάνειν. Τότε συνήσεις φόβον Κυρίου. Ὅρα δὲ μεθ' ὅσα συνήσομεν φόβον Κυρίου· ἀσαφὴς γὰρ καὶ αὐτὸς, ὡς δῆλον ἐκ τῶν ἁπλουστέρων· ἔστι γὰρ τινὰς ἰδεῖν οὐκ ἐν οἷς δεῖ φοβουμένους τὸν Κύριον, καὶ ἐν οἷς χρὴ μὴ φοβουμένους. Καὶ τῇ συνέσει δῷς φωνήν σου. Ἕκαστος δὲ δίδωσι τὴν ἑαυτοῦ φωνήν τινι, ἢ τῇ ὀργῇ τυχὸν τὸ αὐτῆς φθεγγόμενος, ἢ τῇ λύπῃ, ἢ τῇ πορνείᾳ. Ὁ δὲ μακάριος ὅλην τὴν ἑαυτοῦ φωνὴν ἀνατίθησι τῷ Κυρίῳ, ἵνα ἃ δ' ἂν λαλῇ, σοφία ᾖ. Ὡς ἄλλος δὲ τὸ ἀργύριον, οὕτω ζήτει σὺ τὴν σοφίαν, οἱονεὶ φιλάργυρος ἐν τούτῳ γινόμενος. Μή σε καταλάβῃ βουλὴ κακή. Οἱ ἀλλότριοι τῆς Ἐκκλησίας ἄλλα μὲν ἐπαγγέλλονται κατ' ἀρχὰς, ἄλλα δὲ κατὰ τέλη· ἀφιστᾶσι μὲν γὰρ εἰδωλολατρείας ἐξ ἀρχῆς, καὶ προσάγουσι τῷ Δημιουργῷ· εἶτα μετατιθέμενοι, τὴν Παλαιὰν ἀθετοῦσι Γραφὴν ἐναν-