Ancient Greek · ~3 min
Page 5
Origen, Fragmenta in evangelium Matthaei 5
Not analysed yet
ἀρχῆς μέχρι συντελείας τοῦ κόσμου καταστάσει ἡ αὐτὴ ψυχὴ ἐν τῷ σώματι, δι' αἰτίαν ἣν ἂν γένοιτο ἐν αὐτῷ, ἡ (ἢ edd.) δι' ἁμαρτίαν γενομένη δὶς ἐν σώματι διὰ τί οὐχὶ καὶ τρὶς καὶ πλεονάκις ἔσται ἐν αὐτῷ, τῶν διὰ τὸν βίον τοῦτον καὶ τὰ ἡμαρτημένα ἐν αὐτῷ κολάσεων τούτῳ ἀποδοθησομένων μόνῳ τῷ τρόπῳ (κατὰ τὴν μετενσωμάτωσιν); ὅπερ ἐὰν ἐξ ἀκολουθίας δοθῇ, οὐκ ἔσται τάχα ὅτε ψυχὴ οὐ μετενσωματωθήσεται. ἀεὶ γὰρ διὰ τὰ πρότερα ἁμαρτήματα ἐπιδημήσει τῷ σώματι καὶ οὕτως οὐχ ἕξει χώραν ἡ τοῦ κόσμου φ<θ>ορά, καθ' ἣν ‘ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται’. Ἵνα δὲ (κατὰ τὴν ὑπόθεσιν ταύτην) διδῶται τὸν πάντη ἀναμάρτητον μηκέτι ἥξειν εἰς τὸ διὰ γενέσεως σῶμα, διὰ πόσων χρόνων οἴει