Ancient Greek · ~3 min
Page 6
Origen, Fragmenta in evangelium Matthaei 6
Not analysed yet
μίαν εὑρήσεσθαι πάντη καθαρεύσασαν ψυχὴν καὶ μὴ δεομένην μετενσωματώσεως; Ὅμως δὲ καὶ οὕτως μιᾶς τινος ἀεὶ ἐκ τοῦ ὡρισμένου τῶν ψυχῶν ἀριθμοῦ μεθισταμένης. καὶ μηκέτι εἰς σῶμα ἐρχομένης, ἐπιλείψει ποτὲ ὡς διά τινων ὡσπερεὶ ἀπείρων χρόνων ἡ γένεσις, καταντήσαντος τοῦ κόσμου ἐπί τινα ἕνα ἢ δεύτερον ἢ ὀλίγῳ πλείους, μεθ' οὓς καὶ αὐτοὺς τηλειωθέντας ὁ κόσμος φθαρήσεται ἐπιλειπόντων τῶν εἰς σῶμα ἐρχομένων. ὅπερ οὐκ ἀρέσκει τῇ γραφῇ· πλῆθος γὰρ οἶδεν ἁμαρτωλῶν ἐν τῷ χρόνῳ τῆς τοῦ κόσμου φθορᾶς. ὅπερ ἐστὶ δῆλον συνεξεταζομένου τοῦ ‘πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου <ἆρα> εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;’ ὡς εὕρομεν παρὰ τῷ Ματθαίῳ