Ancient Greek · ~2 min
Jerem. 45, 19. 20.
Origen, Fragmenta In Jeremiam (in Catenis) Jerem. 45, 19. 20.
Not analysed yet
Δέδια, φησίν, μὴ τοῖς αὐτομόλοις καταγέλαστος γένωμαι· τούτου γὰρ λόγον καὶ φροντίδα ποιοῦμαι. ὡς δὲ δι’ ἁμαρτίας Ἱερουσαὴμ παραδίδοται9, οὕτως καὶ ἡ ἐκκλησία. καὶ εἰ μέν τις κατ’ Ἐζεκίαν αὐτῆς ἄρχοι, σῴζεται· εἰ δὲ κατὰ Σεδεκίαν, ἀφοριζόμενος μὲν σῴζει, μένων δὲ ταύτην ἀπόλλυσιν. εἴ τις οὖν μολύνων τὴν ἐκκλησίαν ἐξέλθοι, αὐτήν τε σῴζει καὶ τὴν ψυχὴν αὐτοῦ· ἐὰν δὲ μέλλῃ κατὰ τὸν Σεδεκίαν πρὸς ἔξοδον, »μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ«.