Ancient Greek · ~2 min
Jerem. 45, 22. 25.
Origen, Fragmenta In Jeremiam (in Catenis) Jerem. 45, 22. 25.
Not analysed yet
Φησὶ πρὸς αὐτὸν Ἱερεμίας ὡς ἐροῦσιν αἱ γυναῖκες εἰς ἀποικίαν ἀγόμεναι· ἠπάτησάν σε οἱ πρὸς σε φήσαντες εἰρηνικῶς ὡς οὐ παραδώσουσι τῷ Βαβυλωνίῳ. συστήσονται δὲ μετὰ τοῦ, ὡς αἴτιοι γενόμενοι πτώσεως· πάντως γὰρ ληφθήσῃ. τάχα δὲ καὶ τοὺς ψευδοπροφήτας αἰτιᾶται λόγῳ τὴν εἰρήνην ὑποσχομένους. ὁ δὲ προφήτης φιλανθρώπως ἀπέκρυψε τοῖς ἄρχουσι τὴν ἀλήθειαν, τοῦ βασιλέως κηδόμενος. οὐ γὰρ ἔβλαπτε ταύτην νῦν σιωπῶν, ἤδη αὐτοὺς τοὺς λόγους ἀναγνοὺς ἐν κοινῷ.