Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 10, 11 >τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν<
Not analysed yet
Τοῦτό φησιν· >εἴπατε, ὅτι τῶν ἁμαρτημάτων ὑμῶν ὁ κονιορτὸς ἄν εἰς ὑμᾶς ἐπανέλθοι<. Παρατήρει δέ, ὅτι αἱ μὴ παραδεχόμεναι ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις ἔχουσι πλατειας ἀνάλογον τῷ· >πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἄγουσα καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς<. Ἰστέον δέ, ὅτι μὴ τοὺς ἀποστόλους πόλις γῆς ἐπαιρομένης θολώδη καὶ πνιγώδη τὸν ἀέρα ποιούσης πληροῦται· ἡ δέ δεχομένη ἤτοι οὐδὲ τὴν ἀρχὴν ἔχει κονιορτὸν ἢ ἔχουσα ἔν τισιν ἁμαρτίαις ἀποτίθεται αὐτὸν καθαιρομένη ὑπ᾿ αὐτῶν.