Ancient Greek · ~7 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 10, 21 >ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς<
Not analysed yet
Βούλεται δὲ ἀποκαλύψαι ὡς λόγος οὐκ ἀλόγως, καὶ ὡς σοφία σοφῶς, καὶ ὡς δικαιοσύνη δικαίως, καὶ κατὰ ἀξίαν τοὺς καιροὺς τοῦ ἀποκαλύπτειν καὶ τὰ μέτρα τῆς ἀποκαλύψεως ἐπιστάμενος. Ἀποκαλύπτει δὲ περιαιρῶν τὸ ἐπικείμενον τῇ καρδίᾳ κάλυμμα καὶ τὸ >σκότος<, ὅ ἔθετο >ἀποκρυφὴν αὐτοῦ<· οὕτω γὰρ δυνήσεταί τις ὡς Μωϋσῆς >εἰσελθεῖν εἰς τὸν γνόφον, οὗ ἦν ὁ θεός<. Ἐπειδή δέ ἐντεῦθεν οἴονται οἶ ἱτερόδοξοι κατασκευάζειν τὸ ἀσεβὲς αὐτῶν δόγμα, ὡς ἄρα ἄγνωστον ὄντα τὸν πατέρα Ἰησοῦ Χριστοῦ το'ῖς ἐν τῇ παλαιᾷ λεχτέον λεκτέον πρὸς αὐτούς, ὅτι τό· >ᾦ ἄν βούληται ὁ υἱὸς <οὐκ ἐπὶ τὸν μέλλοντα μόνον ἀνα- φἐρεται χρόνον, ἀφ᾿ οὗ ταῦτα εἶπεν ἡμῖν ὁ σωτήρ, ἀλλὰ καὶ ἐπὶ τὸν παρεληλυθάτα· τὸ γὰρ >ἀποκαλύψαι< ἀορίστου ἐστὶ χρόνου ἀναφερόμενον ἐπί τινα τῶν παρεληλυθότων. Χρηστέον δέ Πρὸς αὐτοὺς καὶ γραφῇ τῇ λεγούσῃ· >Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάστο, ἴνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε καὶ ἐχάρη<· τῶν δὲ ἀκουόντων ταῦτα λεγὀν- των· >πεντήκοντα οὔπω ἔχεις ἔτη καὶ Ἀβραὰμ ἑώρακας<, φησὶν ὁ σωτήρ· >ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι<· οὐκοῦν ὁ ταῦτα εἰπὼν ἐμπαρέσχεν ἐαυτὸν τῷ Ἀβραὰμ τότε, ἴνα ἐκεῖνος ἴδῃ τηνικάδε αὐτοῦ τὴν ἡμέραν. Εἰ δὲ μὴ βούλονται δέξασθαι τὴν <ἀποκαλύψαι> λέξιν ἐπὶ παρελη- λυθότος, ῥητέον πρὸς αὐτοὺς καὶ τοῦτο, ὅτι οὐ ταὐτόν ἐστι τὸ >γινώσκειν< τῷ >πιστεύειν<· >ᾦ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος γνώσεως, ἑτέ- ρῳ δέ πίστις ἐν τῷ αὐτῷ πνεύματι<. Εἶεν ἂν οὖν τινες καὶ κατὰ τούτους πιστεύοντες μέν, οὐ μὴν καὶ γινώσκοντες· δεδόσθω οὖν κατ’ αὐτούς, ὅτι οὐκ ἔγνω τὸν πατέρα ὁ Ἀβραάμ, ἀλλ᾿ ὅτι μόνον ἐπίστευσεν· οὐ γὰρ ὁ γινώσκων αὐτόν, καθὸ θεός ἐστι καὶ καθὸ πατήρ ἐστι, γινώσκει. Καὶ οἱ πολλοὶ γοῦν ἔχουσιν ἔννοιαν θεοῦ δημιουργοῦ, οὐ μὴν ὁμολογοῦσιν αὐτὸν υἱοῦ πατέρα.