Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 35
Not analysed yet
Ἡγὰρ αἴσθησις τῆς παρούσης ἐνδείας παρασκευὴ τῆς ἐπιγινομένης πληρώσεως γίνεται· ὁ δὲ οὐκ αἰσθανόμενος, ὡς ἐνδεῶς ἔχει τοῦ ὄντως καλοῦ, διὰ τὸ δοκοῦν αὐτῷ παρεῖναι καλόν, ἐνδεὴς εἰκότως τοῦ ἀληθινοῦ καλοῦ καταλείπεται. Ταύτην οὖν καὶ εὐδοκίαν πατρὸς δηλοῖ Χριστός, ἥν καὶ πάλαι διὰ τοῦ προφήτου θεὸς ἔλεγεν· >ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾿ ἢ τὸν πρᾶον καὶ ἥσυχον καὶ τρέμοντα διὰ παντὸς τοὺς λόγους μου<· ὥστε οὐκ ἀφροσύνην ὑπὲρ σοφίαν ἐτίμησεν ὁ θεός, ἀλλὰ ταπεινοφροσύνην ὑπερηφανίας προετίμησε καὶ τὸν ἀποφράξαντα τὴν εὐεργεσίαν ἑαντῷ διὰ τῆς ἀναισθησιας εἰκότως κατέλιπεν. Ὁ οὖν ταπεινόφρων καὶ νήπιος φησιν· σύ με δίδαξον τὴν κατὰ σαυτὸν ἀλήθειαν· ἐγὼ γὰρ παρὰ ἀνθρώπου οὐ δύναμαι μαθεῖν, ἐὰν μὴ παρὰ σοῦ μάθω. Τις γὰρ ὀφείλει διδάσκειν περὶ θεοῦ ἤ θεός; Ἄνωθεν τοίνυν ἡ ἀποκάλυψις μετὰ τὴν κατ ἀξίαν πρόθεσιν.