Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 11, 1 >κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθώς καὶ Ἰωάννης<
Not analysed yet
Εἶτα ἵνα δείξῃ ἔτι αὐτὸν προτρέπειν ἐπὶ τὴν περὶ τῆς εὐχῆς διδασκαλίαν, τοιαύτην προσφέρει ἀξίωσιν, ὅτι καὶ Ἰωάννης, περὶ οὗ ἡμᾶς ἐδίδαξας, ὅτι >μείζων ἐν γεννητοῖς γυναικῶν αὐτοῦ οὐδείς ἐστιν<, τῆς περὶ τὴν εὐχὴν οὐκ ἠμέλει διδασκαλίας· καὶ ὅτι τὸ πῶς >προσθύξασθαι, καθὸ δεῖ, οὐκ οἴδαμεν<· καὶ ὅτι ἐνετείλω ἡμῖν αἰτεῖν τὰ μεγάλα καὶ τὰ αἰώνια· πόθεν οὖν ἡμῖν ἐστιν εἰδέναι ταῦτα ἢ ἀπὸ σοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν;