Ancient Greek · ~6 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 39
Not analysed yet
Εἰκότως γοῦν ἐκλάβοις Μάρθαν μέν εἰς τὴν πρᾶξιν, Μαρίαν δὲ εἰς τὴν θεωρίαν Συμπεριαιρεῖται Συμπεριαιρεῖται γὰρ τῷ πρακτικῷ τὸ τῆς ἀγάπης μυστήριον, εἰ μὴ Πρὸς τῷ θεωρεῖν ἕληταί τις διδάσκειν καὶ προτρέπειν ἐπὶ ΠρᾶΞιν· οὔτε γὰρ πρᾶξις οὔτε θεωρία ἄνευ θατέρου. Μᾶλλον μὲν οὖν λεκτέον, ὅτι ἡ Μάρθα σωματικώτερον ὑπεδέξατο τὸν λόγον ἐν τῇ ἐαυτῆς οἰκίᾳ τῇ ψυχῇ, ἡ δέ Μαρία πνευματικῶς ἤκουεν αὐτοῦ καὶ περὶ πόδας οὖσα, καθ' ὃ τὰ μέν ἐν εἰσαγωγῇ κατ' οἰκονομίαν παραδιδόμενα τοῦ καταργήσαντος τὰ τοῦ νηπίου< ἀφαιρεῖται, τὰ δ’ ὡς τέλεια οὐκέτι. δὲ Μάρθα μὲν εἶναι καὶ ἡ ἐκ περιτομῆς συναγωγὴ εἰς. τὰ ἴδια ὅρια δεξαμένη τὸν Ἰησοῦν, περισπωμένη περὶ τὴν ἐκ τοῦ γράμματος τοῦ τόμου πολλὴν λατρείαν, Μαρία δέ ἡ ἐξ Μνῶν ἐκκλησία >τὴν τοῦ >πνευματικοῦ νόμου< >μερίδα< ἐκλεξαμένη >πνευματικοῦ >καταγουμένην< ὡς ἡ ἐπὶ τοῦ προσώπου Μωΰσέως δόξα, χρὴσιμα ἐκ τοῦ γόμου ἐπιλέξασα ἢ πάντα ἀναφέρουσα εἰς ἒν τὸ >ἀγαπήσεις< Καὶ εἰς μὲν τό· >ἑνός ἐστι χρεία< χρήσῃ τὸ >ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν<, εἰς δέ τό· >ὀλίγων ἐστὶν< >τὰς ἐντολὰς οἶδας· οὐ μοιχεύσεις. οὐ φονεύσεις< καὶ τὰ ἑξῆς. Ἔτι δύναται Μάρθα μὲν εἶναι οἱ ἐκ περιτομῆς πιστοὶ καὶ ἱουδαΐζοντες, φυλάττοντες ἰουδαϊκῶς τὰ τοῦ νόμου, Μαρία δὲ οἱ τούτων ἀπηλλαγμένοι καὶ >ἐν κρυπτῷ Ἰουδαῖοι< καὶ μόνοις τοῖς Ἰησοῦ ποσὶ ποσὶ προσκαθεζόμενοι, οἱ >τὰ ἄνω οὐ τὰ ἐπὶ τῆς γῆς<· διαφόρως γὰρ ἐπιβάλλων εὑρήσεις Μάρθαν μέν σωματικωτέραν καὶ >περὶ πολλὰ< εἰλουμένην, Μαρίαν δέ τῇ θεωρίᾳ μόνῃ καὶ τοῖς πνευματικοῖς προσανέχουσαν.