Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 41
Not analysed yet
’H αὐτή ἐστι τῇ ἐν τῷ Ματθαίῳ προσευχῇ, διὸ καὶ ἐπιτομώτερον ἐνταῦθα ἴρηται. ἢ βέλτιον διαφόρους νομίξεσθι τὰς προσευχάς, κοινά τινα ἐχούσας μέρη. Τότε δὲ >γινεται τὸ θέλημα< τοῦ θεοῦ >ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς<, ὅταν μηδὲν πράττωμεν παρὰ τὸ θέλημα αὐτοῦ. Πῶς δὲ ὁ εἰπὼν δεῖν αἰτεῖν οὐράνια καὶ μεγάλα περὶ ἄρτου αἰτεῖν κελεύει; >ἄρτον< οὖν τὸ ἀληθινὸν νοητέον καὶ πνευματικόν.