Ancient Greek · ~6 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 11, 24 >ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται<
Not analysed yet
Τέ ἐστι τὸ >διέρχεσθαι τὸ πνεῦμα< τὸ πονηρὸν >δἰ' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ μὴ εὑρίσκον<; Ἄνυδροι τόποι ὑπῆρχον οἱ ἐξ ἐθνῶν τὸ πρότερον, νυνὶ δέ πεπλήρωνται ὕδατος Μου καὶ οὐκέτι παρέχουσιν ἀνάπαυσιν αὐτῷ. ποιεῖται τοίνυν ἐπιστροφὴν πρὸς τὸ πρότερον αὐτοῦ δοχεῖον, τοὺς ἐξ Ἰσραήλ, ὁ Σατανᾶς. οὗτοι γὰρ ἐν Αἰγύπτῳ ὄντες, ἔνοικον ἦν αὐτοῖς τὸ πνεῦμα τὸ πονηρὸν διὰ τὸ ἤθεσί τε καὶ νόμοις τῶν Αἰγυπτίων συναναστρέφεσθαι, ἐπειδὴ δὲ λελύτρωνται διὰ Μωüσέως ἐλέει θεοῦ, ἐξῆλθεν. Νῦν δὲ ἐπειδὴ οὐ πεπιστεύκασιν εἰς Χριστόν, ἀλλ' ἀπώσαντο τὸν λυτρωτήν, ἐπεπήδησεν πόλιν ἐπ' αὐτοὺς >τὸ ἀκάθαρτον πνεῦμα<, καὶ ὡς εὖρεν αὐτοὺς οὐκέτι θεῖον ἔχοντας ἐν αὐτοῖς οὐδέν, ἀλλ' ἐρήμους ὄντας καὶ σχολάξοντας αὐτῷ πρὸς ἐνοίκησιν, κατῳκήσατο δηλαδὴ μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως. Τοῦτο γὰρ φαίνεται δηλοῦν· >ἑπτὰ< λέγων πνεύματα< μετ’ αὐτοῦ, καθάπερ εἴωθεν ἐπὶπλήθους ὁνομάξεινἡ τὸν τοσοῦτον ἀριθμόν, ἐπειδὰν λέγη, ὅτι >στεῖρα ἔτεκεν ἑπτὰ καὶ ἡ ἐν τέκνοις ἠσθένησεν<. Οὑδὲ γὰρ >τὸ πνεῦμα< τὸ ἔσχον ἐν Αἰγύπιῳ, τοιοῦτο ἔχουσιν οἱ >εἰς τὸν υἱόν μου πεπλήρωνται δέ καὶ ἄλλων πνευμάτων πονηρῶν, καὶ γέγονεν αὐτοῖς >τὰ ἔσχατα χείρονα τῶν πρώτων<· χείρονα γὰρ τῶν ἐν Αἰγύπτῳ νῦν ἐπειδήπερ εἰς Ἰησοῦν Χριστὸν Χριστὸν οὐ πεπιστεύκασιν, ἀλλὰ >τὸν ἀρχηγὸν ζωῆς ἀπέκτειναν<, ὕθεν ἐστερήθησαν τῆς ζωῆς. Καὶ οὐκέτι λέγει αὐτοῖς προφήτης, τόδε λέγει κύριος, οὐκέτι σημεῖον ἐν αὐτοῖς, οὐκέτι τέρας, οὐκέτι σημεῖον ἐπιφανείας καὶ παρουσίας τοῦ θεοῦ. μεταβέβηκε γàρ τὰ ἀγαθὰ ἐφ’ ἡμᾶς τοὺς ἐξ ἐθνῶν, κατὰ τὸν τοῦ Ἰησοῦ λόγον εἰρηκότος· κότος· >ἀρθήσεται ἀπ' αὐτῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ ἔθνει ποιοῦντι τοὺ( καρποὺς αὐτῆς<· ἡμεῖς ἐσμεν τὸ ἔθνος, οἷς >ἡ βασιλεία τοῦ θεοῦ<, ἡ εὐαγγελικὴ πολιτεία.