Ancient Greek · ~6 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 11, 2 >πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου·<
Not analysed yet
Οἶμαι δέ, ὅτι οὐδεὶς ἂν λέγοι τῷ θεῷ τὸ >πάτερ<, μὴ πεπληρωμένος τοῦ τῆς >υἱοθεσίας πνεύματος<, καὶ υἱὸς δοξάζων πατέρα λέγοι ἂν >πά- τερ<, φυλάξας δὲ καὶ τὴν ἐντολὴν τὴν λέγουσαν. >ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, προσεύχεσθε ὑπέρ τῶν διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὑρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκοθς<. Ἔτι γεννᾶταί τις ἐκ τοῦ θεοῦ >ποιῶν δικαιοσύνην<· καὶ γεννώμενος λέγοι ἂν >σπέρμα ἐν ἑαυτῷ< τοῦ θεοῦ λαβών, διὰ τὸ >μηκέτι δύνασθαι ἁμαρτάνειν<, τὸ >πάτερ<. Ἔτι γεννᾶταί τις ἐκ θεοῦ, οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος, καθὰ γέγραπται· φησὶ γὰρ Ἰωάννης. >ὅσοι δέ ἒλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδέ ἐκ θελήματος σαρκὸς οὐδέ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν<. Τοῦτο δέ φησιν οὐκ εἰς φύσιν ἡμᾶς ἀνάγων θεοῦ, ἀλλὰ χάριτος μεταδιδοὺς καὶ τὸ ἑαυτοῦ ἀξίωμα ἡμῖν χαριζόμενος. Λέγει γὰρ ἡμᾶς καλεῖν πατέρα τὸν θεόν. Εἶτα Ματθαῖος μὲν ἐπιφέρει τῷ. >πάτερ ἡμῶν< τό· >ἐν τοῖς οὐρανοῖς< ἃτε περὶ βασιλείας διαλε- γόμενος οὐρανῶν καὶ πάντας τοὺς παρόντας διδάσκειν διηγούμενος τὸν σωτῆρα μετὰ τοὺς μακαρισμοὺς καὶ τὸν περὶ τῆς προσευχῆς λόγον. Δουκᾶς δὲ περὶ βασιλείας διδάσκων θεοῦ ἐν ὅλῳ τῷ κατ' αὐτὸν εὐαγ- γελίῳ ἐσιώπησε τό· >ἐν τοῖς οὐρανοῖς<, ὡς ὐψηλότερον καὶ τόπου τὸ θεῖον εἶναι διδάσκων καὶ ἱδίᾳ τοῖς μαθηταῖς ὡς ὑψηλοτέροις τῶν λοιπῶν τὸν Χριστὸν ὑφηγούμενον τὸν τῆς εὐχῆς λόγον, οὐδὲ τό· >ῥυσθῆναι ἀπὸ τοῦ πονηροῦ< ἐπιφέροντα, καθὰ Ματθαῖός φησιν.