Ancient Greek · ~1 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 12, 19 >καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθά<
Not analysed yet
>Ἔχεις πολλὰ ἀγαθὰ κείμενα<· ὡς γὰρ κάτω κείμενος ἔλεγεν, >ἒχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλὰ< ἐν τῇ περὶ τῶν ἀγαθῶν πλανώμενος κρίσει· ἠγνόει γάρ, ὅτι ὄντως ἀγαθὰ οὐκ ἐν τῇ κατηραμένῃ γῇ, ἀλλ' ἐν οὐρανῷ. Ἔνθα οὐκ >εἰς ἔτη πολλά<, ἀλλὰ εἰς ἀπεράντους αἰῶνας ἡ τῶν μακαρίων ἐστὶν ἀνάπαυσις καὶ εὐφροσύνη ἐν Χριστῷ Ἰησοῦ.