Ancient Greek · ~3 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 12, 35 >ἔστωσαν ὑμῶν αἱ ὁσφύες περιεζωσμέναι<
Not analysed yet
Τῶν ἐν ἁγνείᾳ ζώντων >αἱ ὀσφύες ἐζωσμέναι< εἴσίν. ἐπειδὴ δὲ καὶ νὺξ ὁ βίος ἡμῶν, λύχνου δεόμεθα, ὅς ἔστι νοῦς ὀφθαλμὸς ὢν ψυχῆς, καὶ εἰ ἐν τῷ >ἔσω ἀνθρώπῳ< ἔστιν ἐγρήγορσις, εὐλόγως τὰ πολλὰ ἢ πάντα ἐν τῷ βίῳ τούτῳ ἐγρηγόρσεως ἡμῖν δεῖ, διό τε τοὺς ἐφεδρεύοντας, >ἀρχὰς< δὴ λέγω >καὶ ἐξουσίας<, πρὸς ἃ >ἡ >ἵνα ἶνα εὕρωμεν τῷ κυρίῳ τόπον, σκήνωμα τῷ θεῷ Ἰακώβ<, ἔστι δ’ ὅτε, ἵνα ἀνοίξωμεν κρούσαντι τῷ δεσπότῃ. Τήρει ὅτι καὶ ὁ τοῦ ἐγρηγορέναι μισθὸς δίδοται. >περιζώσεται<, γάρ φησιν, ἔστι δὲ >διεζωσμένος τὴν ὀσφὺν< κατὰ τό· >ἐνεδύσατο κύριος δύνα- μιν καὶ περιεζώσατο<, ἐν ῇ κατ' ἀξίαν ἕκαστον >ἀνακλινεῖ< καὶ κατ' ἀξίαν ἑκάστῳ >διακονήσει< ἀποδιδοὺς >ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ<.