Ancient Greek · ~5 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 60
Not analysed yet
Ἔτι ἑκάστου τῇ ψυχῇ ὁ κλέπτης ἐπιβουλεύων ἔρχεται καὶ ὁ τοῦ θεοῦ λόγος τοὺς ἑαυτοῦ φυλάσσων ἐπιφαίνεται. Διὰ τοῦτο γρηγόρησον, ρησον, ἴν εἰ μὲν >ὁ κλέπτης< ἔλθοι ἐγρηγορότα εὑρὼν τὸν οἰκοδεσπό- την, μὴ διορύξῃ >αὐτοῦ οἶκον<, εἰ δὲ >ὁ υἱὸς τοῦ ἀνθρώπου< παραγένοιτο, ἵνα κρούσαντι αὐτῷ >εὐθέως< ἀνοίξῃ. ἐὰν γὰρ καθεύδοντα εὔρῃ καὶ κρούσῃ κάκεῖνος μὴ ἀνοίξῃ, ἄπεισι καταλιμπάνων αὐτόν. Ἑξῆς δὲ τῷ βίῳ τούτῳ ὁ γρηγορήσας ἐν αὐτῷ >ἡδέως ὑπνώσει καὶ οὐ πτοηθήσεται πτόησιν ἐπελθοῦσαν<. Οὕτω >Δαβὶδ ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ< καὶ οἱ καθεξῆς, ὅπερ ἐπ' οὐδενὸς τῶν ἀπ' ἀλλοτρίου σπέρματος τῶν ἁγίων ἀναγεγραμμένον μέχρι τοῦ παρόντος εὕρομεν, ὡς τάχα καὶ διὰ τοῦτο λέγειν τὸν ἀπόστολον. >οὐ πάντες κοιμηθησόμεθα<. Εἰ πάντες κοιμηθησόμεθα, >μακάριοι τοίνυν οἱ δοῦλοι, οὓς ἐλθὼν ὁ κύριος εὕρῃ γρηγοροῦντας<, ἶνα χωρὶς ὑπερθέσεως δῷ αὐτοῖς τὸν μισθόν, >δικαιοσύνῃ ἐξ ωσμένος τὴν ὀσφῦν<. Ἐφίσταται δὲ τῷ καιρῷ τοῦ ἀπαιτη- θήσεσθαί τινα τὴν ψυχήν, ὁποῖος ποτ' ἂν ᾖ. Εἰ γὰρ ἐπέστη τῷ εἰπόντι· >καθελῶ μου τὰς ἀποθήκας καὶ μείζοντας ποιήσω<, καὶ >εἶπεν αὐτῷ· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ<, πόσῳ μᾶλλον τοῖς μακαρίοις καὶ ἁγίοις ἐπιστήσεται μετὰ >τὸ ἀναλῦσαι< σὺν κυρίῳ ἐσομένοις;