Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 12, 36 >καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν<
Not analysed yet
Ἔστι μέντοι ὕπνος καὶ ἐγρήγορσις, ὥσπερ ἐπὶ τοῦ >ἔξω ἀνθρώπου< καὶ ἐπὶ τοῦ >ἔσω<. Καὶ ἀπαιτούμεθα μὲν ἐγρηγορέναι, καθό φησιν ὁ σωτήρ· >γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν<, καὶ ἐν Παροιμίαις λέγεται· >μὴ δῷς ὕπνον σοῖς ὄμμασι μηδέ νυσταγμὸν σοῖς βλεφάροις<, κοιμᾶσθαι δέ, ὅτε ὁ μὲν σωτὴρ λέγει· >καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε< ὁ δὲ Σολομῶν. >ἐὰν γὰρ καθεύδῃς, ἄφοβος ἐσῃ. ἐὰν δέ καθεύδῃς, ἡδέως ὑπνώσεις καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσάν σοι<.