Ancient Greek
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 62
Not analysed yet
Πλὴν τὰ πολλὰ ἢ καὶ τὰ πάντα ἐν τῷ βίῳ τούτῳ ἀγρυπνητέον ἐστίν, πῇ μέν διὰ τὸ ἐφεδρεύειν τοὺς πολεμίους, ὄντας οὐχ >αἷμα καὶ σάρκα, ἀλλ' ἐξουσίας καὶ κοσμοκράτορας τοῦ κόσμου τούτου καὶ πνευματικὰ τῆς πονηρὶας<, ἴν' ἐκτοῦ ἐγρηγορέναι >σωζώμεθα ὥσπερ δορκαὶ ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος< καὶ ἵνα τὰς ὀσφύας περιζωσάμενοι καὶ τοὺς λύχνους ἀναπτομένους ἔχοντες >ὅμοιοι< γενώμεθα >ἀνθρώποις προσδεψομένοις τόν κύριον ἑαυτῶν, ἵνα ἐλθόντος γα κρούσαντος εὐθέως ἀνοίξωμεν αὐτῷ<. Καὶ πρόσχες, εἰ μὴ λόγον ἔχει διὰ τὴν πρώτην καὶ δευτέραν καὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἢ καὶ τετάρτην, ἵνα ἐν πᾶσι γρηγορώμεθα, εἰρῆσθαι καὶ παρὰ τῷ Σολομῶντι τό· >πάσῃ φθλακῇ τήρει σὴν καρδίαν<.