Ancient Greek · ~11 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 12, 42 >τίς ἅρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος<
Not analysed yet
Δοκεῖ δέ μοι νῦν τοῦ >πιστὸς< καὶ τοῦ >φρόνιμος< ἀκούειν οὔτε ἐπὶ μίαν τῶν ἀρετῶν, πίστιν ἰδίως λεγομένην κατὰ τὴν γραφήν, ἀγαφέροντα τὸ >πιστὸς οὔτε ἐφ’ ἑρέραν τὸ >φρόνιμος< καθὰ πάντως ὁ πιστὸς φρόνι- μός ἐστι καὶ ἀνάπαλιν ὁ φρόνιμος πιστός, τῷ ἀντακολουθεῖν τὰς ἀρετάς. Ἀλλ' ὥσπερ τὸ >φρόνιμος< ὄνομα κεῖταί ποτε οὐ κατὰ τὸν πεπεισμένον ἀρετη τῇ φρονήσει, ἀλλ' εἰς παράστασιν τοῦ ἐντρεχοῦς, ὃν δυνατόν ποτε καὶ φαῦλον εἶναι, καθὸ >ὁ ὅφις ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς<, οὕτω καὶ νῦν ὁ πιστὸς οὐ τέλειος τῷ τὴν πρόθεσιν αὐτῷ νενευκέναι πρὸς τὴν εἰς θεὸν πίστιν· κατà τοῦτο δὲ δυνατὸν μήτε πόντων τὸν πιστὸν φρόνιμον εἶναι, μήτε τὸν φρόνιμον πιστόν. Ὅτι δὲ καὶ κατ' αὐτὰ τὰ θεῖα γράμματά ἐστι φρόνιμος, οὐ πιστὸς δὲ καὶ ὁ οἰκονόμος, ἐντεῦθεν δῆλον· οὐ γὰρ πιστοῦ ἦν τὸ διασκορπίζειν τὰ ὑπάρχοντα τοῦ πλουσίου καὶ τὸ προσκαλέσασθαι ἔκαστον τῶν χρεωφειλετῶν τοῦ γυρίου αὐτοῦ καὶ τὸ χρέος μειοῦν. Καὶ ὅτι μὲν οὐ πιστὸς ἦν, σαφῶς φαίνεται, ὅτι δὲ καὶ κατά τι σημαινόμενον φρόνιμος ἐτύγχανε, δῆλον· ἐπαινεῖ γὰρ ὁ κύριος τὸ ἐντρεχὲς αὐτοῦ, ψέγων αὐτοῦ τὸ ἄπιστον καὶ διὰ τοῦτο λέγων αὐτῷ. >οὐ δυνήσῃ ἔτι οἰκονομεῖν<. Καὶ τάχα ἐν τοῖς πλήθεσιν ἀρκεῖ τισι πρὸς σωτηρίαν ἡ ὡς προείπομεν πίστις, ἐν δὲ τοῖς οἰκονόμοις ἀμφοτέρων χρεία, καὶ τοῦ πιστοῦ καὶ τοῦ φρονίμου· μὴ ὢν γὰρ τοιοῦτος, οὐ δυνήσεται θεωρῆσαι καὶ τὸν καιρὸν τῆς δόσεως τοῦ σιτομετρίου πρὸς τοὺς ὑποχειρίους καὶ τὸ ἁρμόζον ἑκάστῳ. Ἐπεὶ οὖν πολλοί εἰσιν οἰκονόμοι τῶν ἐκκλησιῶν πιστοὶ μέν, οὐ μὴν καὶ φρόνιμοι καί τινες τοὐναντίον, διὰ τοῦτο ἐπαπορητικῶς προὐνέγκατο τὴν φωνὴν ὁ κύριος ὑπὲρ τοῦ τρανότατα ἐμφῆναι τὸ σπάνιον καὶ δυσεύρετον τῶν ἅμα πιστῶν καὶ φρονίμων οἰκονόμων· τόν γε μὴν εὑρεθέντα κατέστησεν ὁ κύριος ἐπὶ τῶν θεραπόντων αὐτοῦ, ὡς καὶ τόν Ἰούδαν ὁ σωτὴρ ἐξελέξατο, οὐκ ἀγνοῶν μὲν τὸ ὕστερον ἀπαντησόμενον, συγχρώμενος δὲ αὐτοῦ τῷ πρὸ τῆς παραβάσεως χρόνῳ καὶ τῇ τότε ὁδευούσῃ ἐπ' ἀρετὴν προαιρέσει εἰς τό τῆς ἀποστολικῆς διακονίας ἔργον. ἔργον. δὲ τὸ ἀποκείμενον ἀγαθὸν τῷ πιστῷ καὶ φρονίμῳ παρὰ τὸ λεγόμενον πρὸς τὸν δεκαπ λασιάσαντα τὴν μνᾶν ἢ πενταπλασιάσαντα. καὶ οὐ θαυμαστόν, ὅπου γε καὶ τῶν παρὰ τούτους διαφερόντων μεῖζον· ὡρισμέναι γὰρ πόλεις τοῖς τὰς μνᾶς ἐπεξεργασαμένοις παραδίδονται, πλήθη δὲ τοῖς τὰ τάλαντα διπλασιάσασιν. Πολλῷ δὲ μεῖξον καὶ τούτων ἐστὶ τὸ μὴ μόνον ἐπὶ πολλῶν καθίστασθαι, ἀλλ' >ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι< τῷ κυρίῳ ὅπερ ἀπόκειται τῷ πιστῷ καὶ φρονίμῳ οἰκονόμῳ, ἄφιον ἑαυτὸν πάντων τῶν ὑπαρχόντων <διὰ >τῆς πίστεως καταστήσαντι. Ζητήσεις δὲ εἰ πλειόνων εὑρισκομένων πιστῶν καὶ φρονίμων ἔκαστον αὐτῶν δυνατὸν >ἐπὶ πᾶσι τοῖς ὑπάρζουσι< τοῦ κυρίου καθίστασθαι. εἰ γὰρ >ἐπὶ πᾶσι<, πῶς ἕτερος χώραν ἔχει ἐπὶ τοῖς δέκα πόλεσι καὶ μᾶλλον εἰς πλείους; διὸ εἰσ προτροπὴν εἰρήσθω.