Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 12,37 >ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς<
Not analysed yet
Διὰ τοῦτο δέ οἶμαι >περιζώσεται< ὁ Χριστός, μέλλων ἀνακλίνειν, οὓς εὑρήσει γρηγοροῦντας, ἐπείπερ κατὰ τὸν Ἡσαΐαν >ἔσται δικαιοσύνῃ ἐξωσμένος τὴν ὀσφῦν<. Τέ δὲ τό· >παρελθὼν διακονήσει αὐτοῖς<; καὶ ὅρα, εἰ δύνασαι δύο διακονίας εἰπεῖν, μίαν μέν τὴν ἐν τῷ βίῳ τούτῳ, καθ’ ἣν εἶπεν. >κἀγώ εἰμι ἐν μέσῳ ὑμῶν οὐχ ὡς ὁ ἀνακείμενος, ἀλλ' ὡς ὁ διακονῶν< ἑτέραν δέ, περὶ ἧς νυνί φησιν· >καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὔρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι<