Ancient Greek · ~6 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 12, 52 >ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμενοι<
Not analysed yet
Ἐπειδὴ δὲ τὰ ἐν τῷ εὐαγγελίῳ πρόσωπα ἕξ ἐστι, ῥητέον, ὅτι τὸ ἔν πρόσωπον, τὸ τῆς νύμφης, τέμνεται εἰς δύο, εἰς νύμφην καὶ θυγατέρα ἐν τῷ πρὸς τὴν μητέρα καὶ τὴν πενθερὰν διαμάχεσθαι τὴν αὐτήν· καὶ οὕτως ἀπαντᾷ τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισὶ διαμάχεσθαι. Πρὸς ἀναγωγὴν δέ· ὡς ἐν ἑνὶ οἴκῳ τῷ ἀνθρώπῳ αἱ πέντε αἰδθήσεις, πρὶν μέν ἐλθεῖν αὐταῖς τὸν λόγον, ὁμονοοῦσιν ἐν ταῖς ἡδοναῖς, ἐπιδημήσαντος δ’ αὐτοῦ μερίζονται. δύο μὲν αἱ φιλοσοφώτεραι, ὅρασις, δἰ ἧς ὁρῶντες κόσμον καὶ τὴν τάξιν αὐτοῦ θαυμάζομεν τὸν κτίστην, καὶ ἀκοή, δἰ ἧς μαθητευόμεθα τῷ λόγῳ τοῦ θεοῦ, ἐπὶ τὰς λοιπὰς τρεῖς· γεῦσιν, ὄσφρησιν, ἁφήν, τὰς ἀνδραποδώδεις καὶ οὐ πεφυκυίας πρὸς φιλοσοφίαν, αἱ δέ τρεῖς ἐπὶ τὰς δύο ἀντιπράττουσι μᾶλλον. Τὸ οὖν· >διαμερισθήσεται πατὴρ ἐπὶ υἱῷ <ἐτέρας ἀρχῆς ἀναγνωστέον, οὐκ ἐχόμενα τῶν πρώτων, ὃ ῥητῶς μὲν τὸν τῶν πιστῶν ἀπὸ τῶν ἀπίστων δηλοῖ μερισμόν. Συμβο- λικῶς δὲ >πατὴρχ >νοῦς μερίζεται >ἐπὶ υἱῷ] <μοχθηρῷ λογισμῷ μὴ συγκατατιθέμενος αὐτῷ. >καὶ υἱὸς ἐπὶ πατρί <,ὁ τὸν ἀποθανόντα μὴ θάπτων πατέρα. >μήτηρ ἐπὶ θυγατρί <ψυχὴ τὸν μοχθηρὸν αὐτῆς οὐκ ἀποδεχομένη καρπόν· >θυγάτηρ ἐπὶ μητέρα <,τὴν ὕλην ἡ μηκέτι ἑνουμένη αὐτῇ ψυχή. >πενθερὰ ἐπὶ νύμφην <,ἡ τοῦ νόμου ἀνδρὸς τῆς ὑπ' αὐτῷ ψυχῆς μήτηρ, λέγω δὴ τὸ ἅγιον πνεῦμα, καταλιπὸν τὸν ἐκ περιτομῆς λαόν· >νύμφη ἐπὶ τὴν πενθεράν <,ὁ διὰ τοῦ ἀμαρτάνειν λαὸς χωρισθεὶς τοῦ πνεύματος.