Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 13, 6 >συκῆν εἶχέν τις πεφυτευμένην <
Not analysed yet
Ἕτερον δὲ τέταρτον νοῆσαι τὸν τῆς ἐνανθρωπήσεως χρόνον, καθ' ὃν νύττει καὶ περιορύττει τὸν Ἰσραὴλ καταθερμαίνων αὐτόν, ἵνα ζέοντας τῷ πνεύματι ἀποτελέσῃ. ἐπειδὴ δέ μετὰ τοσαύτας ἀπειλὰς ἔμειναν ἄκαρποι, ἐξεκόπη ἡ συκῆ καὶ ἐνεκεντρίσθη τὰ ἔθνη εἰς τὴν ἐκείνων ῥίζαν —ἔμεινε γὰρ ἡ ῥίζα —ἢ γεωργὸν δεὶ νοῆσαι ἄγγελόν τινα παρὰ θεοῦ προσταχθέντα προΐστασθαι τῆς Ἱερουσαλήμ, ἣ καὶ καὶ συκῇ ἀκάρπῳ παραβάλλεται.