Ancient Greek
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 13
Not analysed yet
[Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς . . . τῆς ἐκκλησίας.] Πάντας γὰρ ἂν τῷ γράμματι τοῦ γόμου καθάπερ μοδίῳ κρατούμενος ἐστέρησε φωτὸς ἀϊδίου, μὴ διδοὺς θεωρίαν πνευματικὴν τοῖς τὴν αἴσθησιν ὡς ἀπατηλὴν ἐκδύσασθαι σπεύδουσιν. >Ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν τίθεται<· λέγς δὲ τὴν ἐκκλησίαν ἤγουν τὴν ἐν πνεύματι λογικὴν λα- τρείαν, ἵνα πάντας φωτίσῃ, διδάσκων τοὺς ἐν παντὶ τῷ κόσμῳ λόγῳ ζῆν μόνῳ καὶ πολιτεύεσθαι. Μὴ τοίνυν τὸν θεῖον λύχνον, ἤγουν τὸν φωτιστικὸν λόγον, ἀνάπτοντες διὰ θεωρίας καὶ πράξεως ὑπὸ μόδιον θήσωμεν, ἵνα μὴ κατακριθῶμεν ὡς περιγράφοντες τῷ γράμματι τὴν τῆς σοφίας ἀπερίληπτον δύναμιν· >ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν< φημὶ τὴν ἁγίαν ἐκκλησίαν ἐν τῷ ὕφει τῆς ἀληθοῦς θεωρίας, πᾶσι τὸ φῶς τῶν θείων δογμάτων πυρσεύουσαν. [Ἀλλὰ περὶ τούτων καὶ ἐν τῷ Ματθαίῳ εἴρηται· διὸ καὶ Περιττὸν ἐνταῦθα μηκύνειν.]