Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 13, 21 >ὁμοία ἐστὶν ζύμῃ, ἥν λαβοῦσα γυνὴ ἔκρυψεν <
Not analysed yet
Ἑτέρως ἐστὶ λαβεῖν τὴν τὴν μὲν γυναῖκα εἰς τὴν ἐκκλησίαν, τὴν δὲ ζύμην εἰς τὸ πνεῦμα τὸ ἅγιον, σάτα δὲ τρία σῶμα, πνεῦμα, ψυχήν. Ἀγιάζεται δέ ταῦτα ταῦτα ζύμῃ τοῦ ἁγίου πνεύματος, ὥστε γενέσθαι πρὸς τὸ ἅγιον πνεῦμα ἔν φύραμα, ἵν >ὁλόκληρον ἡμῶν τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ ἀμέμπτως τηρηθείῃ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ <,ὥς φησιν ὁ θεπέσιος Παῦλος.