Ancient Greek · ~7 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 14, 12 >ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους <
Not analysed yet
Ἀλλ' οὕτω μέν κατὰ τὸ ῥητὸν κελευόμεθα μὴ φίλους καλεῖν καὶ γείτονας, ἀλλὰ >πτωχοὺς καὶ ἀναπήρους, χωλοὺς καὶ τυφλούς<. εἰ δέ μὴ οἰκονομικῶς καὶ ὡς ἐν παραβολαῖς λέγει ταῦτα, ἶνα καὶ οἱ ἀ\κεραιότεροι ὡς ἐγχωρεῖ ὡφελῶνται ταῦτα, καὶ ἀποτρέπει τῶν καθηκόντων. οὐ σοφοῦ γὰρ ἔστι πτωχοὺς μὴ πιστοὺς καλεῖν ἢ φίλους πιστοὺς πτωχοὺς μὴ καλεῖν. Τάχα οὖν μυστικῶς >φίλοι <οἱ χαίροντες λόγῳ τοῖς τῆς ἀληθείας δόγμασιν, >ἀδελφοὶ <οἱ ἔχοντες ἀδελφὰ δόγματα, >συγγενεῖς <οἱ πορρώτεροι μέν, πλησιάζειν δ’ ἡμῖν θέλοντες ἐν δόγμασιν, >γείτονες <οἱ μὴ πάντη μακρὰν ἔχοντες τὰ οἱκοδομήματα τῶν ἡμετέρων δογμάτων. Κατὰ κοινοῦ μὲν οὖν >ploysqioyw< ἀκουστέον. ὁ δέ πλουτῶν ἐν οἷς οἴεται ἀληθέσι δόγμασι, κληθεὶς ἐπὶ τὸν ὄντως ἀληθῆ λόγον, ἀντιλέγων τῇ ἀληθείᾳ οἷον ἀντικαλεῖ τὸν διδάσκοντα· ἐπεὶ δέ οὐ >οὐ πολλοὶ< μὲν ἐν ἡμῖν >σοφοί< τινὲς δέ, ζητητέον εἰ καὶ τούτους κλητέον· οἱ μὲν γὰρ ἀκροάσεις καταγγέλλοντες >πλουσίους< καὶ οὐ πτωχοὺς καλοῦσιν, ὁ δὲ πρὸς δόξαν ἀληθῆ διακονῶν τῷ λόγῳ κενοδοξίας ἀπήλλακται. >Κάλει< δὲ >πτωχούς<, φησίν, τοὐτ' ἔστιν ἀπόρους λόγων, ἶνα πλουτήσῃς, >ἀναπήρους< τοῦτ' ἔστιν βεβλαμμένους τὸ φρόνημα, ἵνα ὑγιάσῃς, >χωλοὺς< τοὺς σκάζον- τας τῷ λόγῳ, ἴν ὁρθὰς τροχιὰς ποιῶσι, >τυφλοὺς< τοὺς τὸ θεωρητικὸν μὴ ἔχοντας, ἕνα βλέπωσι τὸ φῶς τὸ ἀληθινόν. Τὸ δέ· >οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι< ἴσον ἐστὶ τῷ. οὐκ ἴσασι πρὸς ἐρώτησιν ἢ ἀπόκρισιν διεξάγειν λόγον καὶ διαλεκτικῶς. Καὶ ἄνθρωπος μέν ἀπὸ φιλανθρωπίας ἀναγορευόμενος ὁ θεὸς καὶ πατὴρ τοῖς μήπω δυναμένοις >φαγεῖν ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ< ὡς ἄνθρωπος δεῖπνον ποιεῖ καὶ μέγα· ὑπερ- βέβηκε γὰρ τὸ ἄριστον. ἄριστον μέν γὰρ οἱ εἰσαγωγικοὶ λόγοι ἢ ἠθικοὶ ἢ τὰ παλαιὰ λόγια, δεῖπνον δέ οἱ ἐν προκοπῇ λόγοι μυστικοὶ ἢ οἱ τῆς νέας διαθήκης. >Ἀνάστασιν< δὲ >δικαίων< ἐνταῦθα λέγει, ἣν Ἰωάννης πρώτην ἐν τῇ Ἀποκαλύψει φησίν.