Ancient Greek · ~5 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 14, 18 >καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι<
Not analysed yet
Ἐκλήθησαν μέν ὡς ἐντρεχεῖς ἀπὸ φύσεως, τρισὶ δὲ τρόποις ἀποπίπτουσι τῆς κλήσεως, φαντασίᾳ δογμάτων κρεισσόνων νοητῶν, διώξει αἰσθητῶν καὶ οὐ νοητῶν, φιληδονίᾳ. Οἱ μὲν μὲν γὰρ ἀγρὸν ἀγοράσαντές εἰσιν, οἳ καὶ παραιτοῦνται τὸ δεῖπνον, οἱ παραλαβόντες δόγματα ἕτερα τῆς θειότητος πολλὴν ἔχοντα πιθανότητα καὶ ποικιλίαν τοῦ λόγου, οἴ καὶ καταφρονοῦσι τοῦ ἀγροῦ, τοῦ ἔχοντος ἐν ἑαυτῷ >θησαυρὸν< καὶ δυνάμεις. Ὁ ὖν μὴ ἰδὼν μηδὲ δοκιμάσας ὃν ἐκτᾶτο λόγον, διὰ τὸ προειλῆφθαι ἐξ ἀνάγκης καὶ οὐχ ἑκουσίως, ἐξέρχεται ἐκ τοῦ δείπνου καὶ τοῦ κεκληκότος, τάχα δὲ καὶ ἑαυτοῦ. Τὸ δέ· >ἐρωτῶ σε< φασίν, ὡς λόγῳ μόνῳ αἰδούμενοι τὸν κεκληκότα. Ὁ δὲ ζεύγη βοῶν ἀγοράσας πέντε οὖτός ἐστιν ὁ τῆς νοητῆς καταφρονῶν φύσεως, περὶ δὲ τὰ αἰσθητὰ καταφιλοσοφῶν, οὐδ’ οὗτος ἐδοκίμασεν ἐξ ἀρχῆς ἃ ἐώνηται· εἰ οὖν ὁ ἀριθμὸς ἐπὶ ὓλης τάσσεται, οὗτος τὰ ὑλικὰ ἐτίμα. Διὸ καὶ οὗτος παρᾐτηται τὸ νοητὸν δεῖπνον. ὅθεν καὶ ἔν τισιν ἀντὶ τοῦ· >ἐρωτῶ σε< >καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν κεῖται. οἱ γὰρ αἱρῶντες τὰ αἰσθητά φασι μὴ ἀσώματον καταλαβεῖν. Ὁ δὲ ἔτερός ἐστιν, ὁ εἴπών. γυναῖκα >γυναῖκα ἔγημα<, ὁ δοκῶν εὑρηκέναι σοφίαν καὶ ταύτης κοινωνήσας παραιτούμενος τὴν αληθῆ ἢ ὁ τῇ σαρκὶ ἑνούμενος, >φιλήδονος μᾶλλον ἢ φιλόθεος<.