Ancient Greek · ~2 min
FRAGMENTA.
Origen, Fragmenta in Lucam (in catenis) 14, 28 >τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι<
Not analysed yet
Ὁ πύργος ἀνάστημα ἔχων καὶ δίαρμα καὶ ὕφος εἴη ἂν ὁ περὶ θεοῦ λόγος. αἰνίτεται οὖν διὰ τῆς παραβολῆς, ὅτι μέλλων θεολογεῖν σκόπησον εἰ δύνασαι ἀρξάμενος. Πάντα ἀπαιτεῖ ὁ λόγος εἰς θεολογίαν τελειῶσαι, ἕνα μὴ ἀρξάμενος τῶν τῆς θεοσεβείας δογμάτων ἀτελῆ καταλίῃς τὸν περὶ θεοῦ λόγον καὶ στεφάνην αὐτῷ μὴ ἐποικοδομήσῃς. εἰ γὰρ στεφάνην οὐκ ἐπῳκοδόμησεν, πεσεῖταί τις ἀπὸ τοῦ πύργου καὶ ἀποθανεῖται.